Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
47 DK B 9 /9
Archytás (zachoval Stobaios ve spisu Anthologium, IV, 1, 135-138)

Součástí tohoto zlomku jsou také: 47 DK B 9 , 47 DK B 9 /1 , 47 DK B 9 /2 , 47 DK B 9 /3 , 47 DK B 9 /4 , 47 DK B 9 /5 , 47 DK B 9 /5cfr , 47 DK B 9 /6 , 47 DK B 9 /6b , 47 DK B 9 /6c , 47 DK B 9 /7 , 47 DK B 9 /7b , 47 DK B 9 /7c , 47 DK B 9 /8 , 47 DK B 9 /11 , 47 DK B 9 /12 , 47 DK B 9 /12b



[Přepnout na jednoduché zobrazení]


᾿Αρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ νόμου καὶ δικαιοσύνης.
Νόμος ποτ᾿ ἀνθρώπω ψυχάν τε καὶ βίον ὅπερ ἁρμονία ποτ᾿ ἀκοάν τε καὶ φωνάν· ὅ τε γὰρ νόμος παιδεύει μὲν τὰν ψυχάν, συνίστησι δὲ τὸν βίον, ἅ τε ἁρμονία ἐπιστάμονα μὲν ποιεῖ τὰν ἀκοάν, ὁμόλογον δὲ τὰν φωνάν. φαμὶ δὴ ἐγὼ πᾶσαν κοινωνίαν ἐξ ἄρχοντος καὶ ἀρχομένω συνεστάμεν καὶ τρίτον νόμων. νόμων δὲ ὁ μὲν ἔμψυχος βασιλεύς, ὁ δὲ ἄψυχος γράμμα. πρᾶτος ὦν ὁ νόμος· τούτω γὰρ [ἐμμονᾷ] ὁ μὲν βασιλεὺς νόμιμος, ὁ δ᾿ ἄρχων ἀκόλουθος, ὁ δ᾿ ἀρχόμενος ἐλεύθερος, ἁ δ᾿ ὅλα κοινωνία εὐδαίμων· καὶ τούτω παραβάσει [ὁ] μὲν βασιλεὺς τύραννος, ὁ δ᾿ ἄρχων ἀνακόλουθος, ὁ δ᾿ ἀρχόμενος δοῦλος, ὁ δ᾿ ὅλα κοινωνία κακοδαίμων. συνείρονται μὲν γὰρ ταὶ πράξιες ἐκ τῶ ἄρχεν καὶ τῶ ἄρχεσθαι καὶ τρίτον ἐκ τῷ κρατέν. τὸ μὲν ὦν ἄρχεν τῶ κρέσσονος οἰκῇον, τὸ δ᾿ ἄρχεσθαι τῶ χερῄονος, τὸ δὲ κρατὲν ἀμφοτέρων· ἄρχει μὲν γὰρ τὸ λόγον ἔχον τᾶς ψυχᾶς, ἄρχεται δὲ τὸ ἄλογον, κρατοῦντι δὲ τῶν παθέων ἀμφότερα. γίνεται γὰρ ἐκ τᾶς ἑκατέρων συναρμογᾶς ἀρετά, αὕτα δὲ καὶ ἀπὸ τᾶν ἁδονᾶν καὶ ἀπὸ τᾶν λυπᾶν ἐς ἀρεμίαν καὶ ἀπάθειαν ἀπάγει τὰν ψυχάν.
(136) ᾿Εν ταὐτῷ.
Δεῖ δὲ τὸν νόμον ἀκόλουθον ἦμεν τᾷ φύσει, δυνατὸν τοῖς πράγμασι, συμφέροντα τᾷ πολιτικᾷ κοινωνίᾳ· αἴτε γὰρ ἑνὸς τούτων αἴτε πλῃόνων αἴτε πάντων ἀπολείπεται, ἤτοι οὐ νόμος ἢ οὐ τέλῃος νόμος ἐσεῖται. ἀκόλουθος μὲν ὦν κα εἴη τᾷ φύσει, μιμεόμενος τὸ τᾶς φύσιος δίκαιον· τοῦτο δέ ἐστιν τὸ ἀνάλογον καὶ τὸ ἐπιβάλλον ἑκάστῳ κατὰ τὰν ἑκάστω ἀξίαν. δυνατὸς δέ, αἰ ποτὶ τὼς νομοθετουμένως ἔχει τὰν συναρμογάν· πολλοὶ γὰρ τὸ τᾷ φύσει καὶ πρᾶτον ἀγαθὸν [οὐχ] ἱκανοὶ δέξασθαι, τὸ δὲ ποθ᾿ αὑτὼς καὶ τὸ ἐνδεχόμενον· οὕτω γὰρ καὶ τοὶ νοσέοντες καὶ τοὶ κάμνοντες τυγχάνοντι ἐπιμελείας.
(137) ᾿Εν ταὐτῷ.
Συμφέρων δὲ τᾷ πολιτικᾷ κοινωνίᾳ, αἴκα μὴ μόναρχος ᾖ καὶ ἰδιωφελὴς ὁ νόμος, κοινωφελὴς δὲ καὶ διὰ πάντων διατείνων· δεῖ δὲ καὶ ποτὶ τὰν χώραν καὶ ποτὶ τὼς τόπως ἀποβλέπεν τὸν νόμον, οὔτε γὰρ γᾶ τὼς αὐτὼς καρπὼς οὔτε ψυχὰ ἀνθρώπων τὰν αὐτὰν ἀρετὰν παραδέξασθαι δύναται. διὸ τὸ δίκαιον τοὶ μὲν ἀριστοκρατικὸν τοὶ δὲ δαμοκρατικὸν τοὶ δὲ ὀλιγαρχικὸν ποιοῦντι· καὶ τὸ ἀριστοκρατικὸν κατὰ τὰν ὑπεναντίαν μεσότατα· τοῖς μὲν γὰρ μέζοσι μέζονας τὼς [δὲ] λόγως, τοῖς δὲ μῄοσι μῄονας διανέμει ἁ ἀναλογία αὕτα· τὸ δὲ δαμοκρατικὸν κατὰ τὰν γεωμετρικάν· ἐν γὰρ ταύτᾳ τοὶ λόγοι ἶσοι τῶν μεζόνων καὶ μῃόνων μεγεθέων· τὸ δὲ ὀλιγαρχικὸν καὶ τυραννικὸν κατὰ τὰν ἀριθμητικάν· ἀντιάζει γὰρ αὕτα τᾷ ὑπεναντίᾳ· τοῖς γὰρ μῄοσι μέζονας τὼς λόγως, τοῖς δὲ μέζοσι μῄονας. ταὶ μὲν ὦν ἰδέαι τᾶς διανομᾶς τοσαῦται, ταὶ δὲ εἰκόνες ἐν ταῖς πολιτείαις καὶ τοῖς οἴκοις θεωρέονται· τιμαί τε γὰρ καὶ κολάσιες καὶ ἀρχαὶ [ἢ] ἐξ ἴσω τοῖς μέζοσι καὶ μῄοσι διανέμονται, ἢ ἐξ ἀνίσω ἢ τῷ ἀρετᾷ ὑπερέχεν ἢ τῷ πλούτῳ ἢ καὶ δυνάμει. τὸ μὲν ὦν ἐξ ἴσω δαμοκρατικόν, τὸ δὲ ἐξ ἀνίσω ἀριστοκρατικὸν ἢ ὀλιγαρχικόν.
(138) ᾿Εν ταὐτῷ.
Δεῖ δὲ τὸν νόμον τὸν κάρρονα καὶ τὰν πόλιν ἐκ πασᾶν σύνθετον εἶμεν τᾶν ἀλλᾶν πολιτειᾶν· καὶ ἔχεν τι δαμοκρατίας, ἔχεν τι ὀλιγαρχίας, ἔχεν τι βασιλῄας καὶ ἀριστοκρατίας· ὥσπερ καὶ ἐν τᾷ Λακεδαίμονι· τοὶ μὲν γὰρ βασιλέες τᾶς μοναρχίας, τοὶ δὲ γέροντες τᾶς ἀριστοκρατίας, τοὶ δὲ ἔφοροι τᾶς ὀλιγαρχίας, ἱππαγρέται δὲ καὶ κόροι τᾶς δαμοκρατίας. δεῖ τοίνυν τὸν νόμον μὴ μόνον ἀγαθὸν καὶ καλὸν ἦμεν, ἀλλὰ καὶ ἀντιπεπονθέναι τοῖς αὑτῶ μερέεσσιν· οὗτος γὰρ ἰσχυρὸς καὶ βέβαιος· τὸ δ᾿ ἀντιπεπονθέναι λέγω αὐτῶ, καὶ ἄρχεν καὶ ἄρχεσθαι τὰν αὐτὰν ἀρχάν, ὥσπερ καὶ ἐν τᾷ εὐνομωτάτᾳ Λακεδαίμονι. τοῖς μὲν γὰρ βασιλεῦσιν τοὶ ἔφοροι ἀντικάθηνται, τούτοις δ᾿ οἱ γέροντες, μέσοι δ᾿ οἱ κόροι καὶ ἱππαγρέται· ἐφ᾿ ὃ γὰρ ἂν ῥέψωντι τοὶ πλεονεκτίοντες τῶν ἀρχόντων, οὗτοι τοῖς ἄλλοις ὑποτίθενται.
Δεῖ τὸν νόμον τὰ περὶ θεὼς καὶ δαίμονας καὶ γονέας καὶ ὅλως τὰ καλὰ καὶ τίμια πρᾶτα τίθεσθαι, δεύτερον δὲ τὰ συμφέροντα· τὰ γὰρ μῄονα τοῖς μέζοσιν ἀκολουθὲν ποθάκει· καὶ μὴ ἐν οἰκήμασι καὶ θυρώμασιν ἐνῆμεν, ἀλλ᾿ ἐν τοῖς ἤθεσι τῶν πολιτευομένων. οὐδὲ γὰρ ἐν Λακεδαίμονι τᾷ εὐνομωτάτᾳ πλάθει γραμμάτων ἁ πόλις διοικῆται, πολὺ δὲ μᾶλλον [ἐν] τοῖς τρόποις τῶν πολιτευομένων. συμφέροντι δὲ τᾷ πολιτικᾷ κοινωνίᾳ, αἴκα μὴ μόναρχος ᾖ καὶ ἰδιωφελής, κοινωφελὴς δὲ καὶ διὰ πάντων διατείνων ὁ νόμος καὶ τὰν ζαμίαν ἐς τὰν αἰσχύναν καὶ τὰν ἀτιμίαν ἀμφέρῃ, μὴ ἐς τὰν τῶν χρημάτων ἀποβολάν. ἐκ μὲν γὰρ τῶ αἰσχύνᾳ ζαμιοῦσθαι κοσμιότατα καὶ χρηστότατα σπουδάζοντι, ὅπως τὰν ἐν τοῖς νόμοις ζαμίαν ἀκοινώνατον ἔχωντι· ἐκ δὲ τῶ χρήμασι χρήματα περὶ πλείστω ποιησοῦνται, μέγιστον φάρμακον ὑπολαμβάνοντες ἦμεν τῶν ἁμαρτημάτων. ἄριστον μὲν ὦν τὰν ὅλαν πόλιν οὕτως συντετάχθαι, ὥστε μηδενὸς ποτιδεῖσθαι ἔξωθεν, μήτε κατ᾿ ἀρετὰν μήτε κατὰ δύναμιν μήτε κατ᾿ ἄλλαν μηδεμίαν αἰτίαν· οὕτω γὰρ καὶ σῶμα καὶ οἰκία καὶ στράτευμα συντέτακται καλῶς, τὸ ἐν αὑτῷ ἔχον τὰν αἰτίαν τᾶς σωτηρίας, ἀλλὰ μὴ ἔξωθεν· σῶμα μὲν τὸ κάρρον, οἰκία δ᾿ ἁ συγκειμένα καλῶς, στράτευμα δὲ τὸ μὴ μισθοφόρον μηδ᾿ ἀγύμναστον· κρέσσονα γὰρ τὰ οὕτως συνταχθέντα γίνεται τῶν ἄλλων· καὶ ἐλεύθερα μὲν καὶ ἀδούλωτα, οὐ πολλῶν ποτιδεόμενα ποτὶ τὰν διαμονάν, ὀλίγων δὲ καὶ εὐπαρακομίστων. οὕτω γὰρ ὦν ὁ μὲν ἰσχυρὸς τῶ βάρεος, ὁ δὲ γυμνάτας τῶ ῥίγεος περιγίνεται· γυμνάζοντι γὰρ ταὶ τύχαι καὶ ταὶ συμφοραὶ τὼς ἀνθρώπως· ἐπεὶ καὶ τῷ σώφρονι καὶ διαποναθέντι καὶ σώματι καὶ ψυχᾷ καὶ τροφὰ ἁδέα φαίνεται πᾶσα καὶ ποτόν, καὶ εὐνὰ δὲ ἁ μετὰ φυλλάδος, τῷ δὲ τρυφᾶν καὶ συβαρίζεν ἐκποριουμένῳ καὶ ἁ τῶ μεγάλω βασιλέος παρασκευὰ δυσάρεστος καὶ ἀλλοτρία. τὸν νόμον ὦν ἐν τοῖς ἤθεσι καὶ τοῖς ἐπιταδεύμασι τῶν πολιτᾶν ἐγχρῴζεσθαι δεῖ· τὼς γὰρ πολίτας αὐτάρκεας θήσει καὶ διανεμεῖ τὸ κατ᾿ ἀξίαν ἑκάστῳ καὶ τὸ ἐπιβάλλον· οὕτω γὰρ καὶ ὁ ἅλιος φερόμενος διὰ τῶ ζῳοφόρω διανέμει τοῖς ἐπὶ γᾶς πᾶσι καὶ γενέσιος καὶ τροφᾶς καὶ βιοτᾶς τὰν ποθάκουσαν μοῖραν, οἷον εὐνομίαν τὰν εὐκρασίαν τᾶν ὡρᾶν παρασκευαζόμενος. διὸ καὶ νόμιος καὶ νεμήιος Ζεὺς καλέεται, καὶ νομεὺς ὁ διανέμων τὰς τροφὰς τοῖς ὀίεσσιν· καὶ τὸ τῶν κιθαρῳδῶν δὲ ᾄσματα νόμοι· συντάσσοντι γὰρ καὶ ταῦτα τὰν ψυχάν, ἁρμονίᾳ καὶ ῥυθμοῖς καὶ μέτροις ἀειδόμενα.