Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
47 DK B 9 /7
Archytás (zachoval Stobaios ve spisu Anthologium, III, 1, 107-114)

Součástí tohoto zlomku jsou také: 47 DK B 9 , 47 DK B 9 /1 , 47 DK B 9 /2 , 47 DK B 9 /3 , 47 DK B 9 /4 , 47 DK B 9 /5 , 47 DK B 9 /5cfr , 47 DK B 9 /6 , 47 DK B 9 /6b , 47 DK B 9 /6c , 47 DK B 9 /7b , 47 DK B 9 /7c , 47 DK B 9 /8 , 47 DK B 9 /9 , 47 DK B 9 /11 , 47 DK B 9 /12 , 47 DK B 9 /12b



[Přepnout na jednoduché zobrazení]


Τοῦ αὐτοῦ Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος.
Πρᾶτον μὲν ὦν χρὴ τοῦτο γινώσκεν, ὅτι ὁ μὲν ἀγαθὸς ἀνὴρ οὐκ εὐθέως εὐδαίμων ἐξ ἀνάγκας ἐστίν, ὁ δὲ εὐδαίμων καὶ ἀγαθὸς ἀνήρ ἐστιν. ὁ μὲν γὰρ εὐδαίμων ἐξ ἐπαινετῶ καὶ μακαριστῶ γίνεται, ὁ δὲ ἀγαθὸς ἀνὴρ ἐξ ἐπαινετῶ μόνον. γίνεται δὲ ὁ μὲν ἔπαινος ἐπ᾿ ἀρετᾷ, ὁ δὲ μακαρισμὸς ἐπ᾿ εὐτυχίᾳ. καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἐπὶ τοῖς παρ᾿ ἀρετᾶς ἀγαθοῖς γίνεται τοιοῦτος, ὁ δ᾿ εὐδαίμων καὶ ἐπὶ τοῖς διὰ τύχαν· καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀναφαίρετον ἔχει τὰν ἀρετάν, ὁ δ᾿ εὐδαίμων ἔστιν ὅκ᾿ ἀφαιρέεται τὰν εὐδαιμοσύναν. τᾶς μὲν γὰρ ἀρετᾶς ἀνυπεύθυνος ἁ δύναμις, τᾶς δ᾿ εὐδαιμοσύνας εὐθυνομένα. νόσοι τε γὰρ μακραὶ σώματος καὶ πηρώσιες αἰσθαταρίων ἀπομαραίνοντι τὰν εὐθάλειαν τᾶς εὐδαιμοσύνας.
(108) ᾿Εν ταὐτῷ. (fr. 2 phil. Gr. I; 553 Mullach.)
Διαφέρει δὲ θεὸς ἀνθρώπω ἀγαθῶ, ὅτι θεὸς μὲν οὐ μόνον εἰλικρινῆ καὶ διυλισμέναν ἔχει τὰν ἀρετὰν ἀπὸ παντὸς τῶ θνατῶ πάθεος, ἀλλὰ καὶ τὰν δύναμιν αὐτᾶς ἄτρυτον πέπαται καὶ ἀνυπεύθυνον, ὡς ποτ᾿ αἰωνίων ἔργων σεμνότατά τε καὶ μεγαλοπρέπειαν· ἄνθρωπος δ᾿ οὐ μόνον τῷ θνατῷ τᾶς φύσιος καταστάματι μῄονα ταύταν πέπαται, ἔστι δ᾿ ὅκα καὶ δι᾿ ἀγαθῶν ἀμετρίαν καὶ διὰ συνήθειαν ἰσχυρὰν καὶ διὰ φύσιν μοχθηρὰν καὶ δι᾿ ἄλλας αἰτίας πολλὰς ἀδυνατέει κατ᾿ ἄκρας γεναθῆμεν παναλαθέως ἀγαθός.
(109) ᾿Εν ταὐτῷ. (fr. 3 l.; p. 553 Mullach)
Φαμὶ δὴ τὸν ἀγαθὸν ἄνδρα τοῦτον ἦμεν, τὸν πράγμασι μεγάλοις καὶ καιροῖς καλῶς χρεόμενον. οὗτος δέ κα εἴη ὁ εὐτυχίαν τε δυνάμενος καλῶς φέρεν καὶ πάλιν ἀτυχίαν, καὶ ὁ ἔν τε τοῖς καλοῖς καὶ τιμίοις ἄξιος γενόμενος τῶν ὑποκειμένων καὶ μεταβαλοίσας τᾶς τύχας εὖ τὸ παρὸν ἐκδεχόμενος. εἰ δὲ συντόμως τε καὶ κεφαλαιωδῶς δεῖ φράσαι, ὁ ἐν πάντεσσι τοῖς καιροῖς καλῶς ἀγωνιζόμενος ἐκ τῶν ἐνδεχομένων, καὶ μὴ μόνον αὔταυτον οὕτως διατιθείς, ἀλλὰ καὶ τὼς ἐμπιστεύσαντας αὐτῷ καὶ συναγωνισαμένως.
(110) ᾿Εν ταὐτῷ. (fr. 4 l; p. 553n. Mullach)
᾿Επεὶ ὦν τῶν ἀγαθῶν ἃ μὲν αὐτά ἐντι δι᾿ αὔταυτα αἱρετά, οὐ μὰν δι᾿ ἅτερον· ἃ δὲ δι᾿ ἅτερον, οὐ μὰν δι᾿ αὔταυτα· εἴη [ὦν] [κα] καὶ τρίτον τι εἶδος ἅτερον ἀγαθῶν, ὃ καὶ δι᾿ αὔταυτον αἱρετόν ἐντι καὶ δι᾿ ἅτερον. τίν᾿ ὦν (οὖν) ἐντὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν, ἅπερ αὐτὰ δι᾿ αὔταυτα αἱρετὰ πέφυκεν ἦμεν, οὐ μὰν δι᾿ ἅτερον; φανερὸν ὅτι ἁ εὐδαιμοσύνα. ταύτας γὰρ ἕνεκα τὰ ἄλλα αἱρεόμεθα, αὐτὰν δὲ ταύταν οὐδενὸς ἁτέρω. τίνα δὲ πάλιν ἐντί, ἃ δι᾿ ἅτερον μὲν αἱρεόμεθα [αὐτὰν δὲ ταύταν αἱρεόμεθα] οὐ μὰν δι᾿ αὔταυτά γε; δᾶλον ὅτι τὰ ὠφέλιμα καὶ τὰ προαιρετικὰ τῶν ἀγαθῶν, ἅπερ αἴτια γίνεται τῶν ἁτέρων, οἷον πόνοι μὲν σώματος καὶ γυμνάσια καὶ τρίψιες εὐεκτίας, ἀναγνώσιες δὲ καὶ μελέται καὶ ἐπιταδεύσιες καλῶν καὶ ἀρετᾶς. τίνα δὲ καὶ δι᾿ αὔταυτα αἱρετὰ καὶ [τὰ] δι᾿ ἅτερον; (...) οἷον αἵ τε ἀρεταὶ καὶ αἱ ἕξιες αὐτῶν, καὶ αἱ προαιρέσιες, καὶ αἱ πράξιες, καὶ πᾶν τὸ ἐχόμενον τᾶς τῶ καλῶ οὐσίας. τὸ μὲν ὦν δι᾿ αὔταυτο αἱρετόν, οὐ μὰν δι᾿ ἅτερον, μονῆρες ἀγαθόν ἐντι καὶ ἕν· τὸ δὲ καὶ δι᾿ αὔταυτο καὶ δι᾿ ἅτερον, τριχᾷ δέδασται. τὸ μὲν γάρ τι αὐτῶ περὶ ψυχάν ἐστι, τὸ δὲ περὶ σῶμα, τὸ δέ τι ἐκτός· περὶ ψυχὰν μὲν αἱ τᾶς ψυχᾶς ἀρεταί, περὶ σῶμα δὲ αἱ τῶ σώματος, ἐκτὸς δὲ φίλοι δόξα τιμὰ πλοῦτος. παραπλησίως δὲ καὶ τὸ δι᾿ ἅτερον αἱρετόν· τὸ μὲν γάρ τι αὐτῶ τὰ ποιητικὰ τῶν τᾶς ψυχᾶς ἀγαθῶν, περὶ σῶμα δὲ τὰ τῶ σώματος, ἐκτὸς δὲ τὰ αἴτια πλούτω καὶ δόξας καὶ τιμᾶς καὶ φιλίας. ὅτι δὲ τὰν ἀρετὰν ἦμεν συμβέβακεν αὐτὰν δι᾿ αὐταύταν αἱρετάν, δᾶλον καὶ ἐκ τῶνδε. εἰ γὰρ τὰ καταδεέστερα τᾷ φύσει, λέγω δὲ τὰ σώματος ἀγαθά, αὐτὰ δι᾿ αὔταυτα αἱρεόμεθα, κρέσσων δὲ ψυχὰ σώματος, φανερὸν ὅτι καὶ τὰ τᾶς ψυχᾶς ἀγαθὰ αὐτὰ δι᾿ αὔταυτα ἀγαπέομες, ἀλλ᾿ οὐ διὰ τὰ ἀποβαίνοντα ἀπ᾿ αὐτῶν.
(111) ᾿Εν ταὐτῷ. (fr. 7 l; p. 555 Mullach)
῞Οτι ὁ ἀγαθὸς ἀνὴρ οὕτω διάκειται ποτ᾿ εὐτυχίαν, ὥσπερ καὶ ὁ τῷ σώματι καλῶς ἔχων καὶ ῥωμαλέως. καὶ γὰρ ἐκεῖνος οἷός τε καὶ θάλπος καὶ ψῦχος ὑπομένεν καὶ βάρος ἆραι μέγα καὶ πολλὰς ἁτέρας εὐχερῶς ὑπομένεν κακοπαθείας.
(112) ᾿Εν ταὐτῷ. (fr. 5 l; p. 554 Mullach)
Τῶ δ᾿ ἀνθρωπίνω βίω καιροὶ τρεῖς, ὃ μὲν ἐν εὐτυχίᾳ ὃ δ᾿ ἐν ἀτυχίᾳ ὃ δὲ μεταξὺ τούτων. ἐπεὶ ὦν ἀγαθὸς ἀνὴρ ὁ ἔχων ἀρετὰν καὶ ὁ χρεόμενος ἀρετᾷ, χρέεται δὲ αὐτᾷ κατὰ τὼς τρεῖς καιρώς· ἢ γὰρ ἐν ἀτυχίᾳ ἢ ἐν εὐτυχίᾳ ἢ ἐν τοῖς μεταξὺ τούτων· καὶ ἐν ἀτυχίᾳ μέν ἐντι κακοδαίμων, ἐν δ᾿ εὐτυχίᾳ εὐδαίμων, ἐν δὲ τᾷ μέσᾳ καταστάσει οὐκ εὐδαίμων· φανερὸν (οὖν) ὅτι οὐδὲν ἅτερόν ἐστιν εὐδαιμοσύνα ἀλλ᾿ ἢ χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ. λέγομες δὲ νῦν εὐδαιμοσύναν τὰν τῶ ἀνθρώπω. ὁ δ᾿ ἄνθρωπος οὐχ ἁ ψυχὰ μόνον, ἀλλὰ καὶ τὸ σῶμα· τὸ γὰρ ἐξ ἀμφοτέρων ζῷον καὶ τὸ ἐκ τοιούτων ἄνθρωπος. καὶ γὰρ εἰ τᾶς ψυχᾶς ὄργανον τὸ σῶμα πέφυκεν, ἀλλὰ καὶ τῶ ἀνθρώπω μέρος καὶ τοῦτο καὶ ἁ ψυχά. διὸ καὶ τῶν ἀγαθῶν ἃ μὲν ἔντι τῶ ἀνθρώπω, ἃ δὲ τῶν μερέων. καὶ ἀνθρώπω μὲν ἀγαθὸν εὐδαιμοσύνα· τῶν δὲ μερέων τῶ ἀνθρώπω ψυχᾶς μὲν φρόνασις ἀνδρεία δικαιοσύνα σωφροσύνα, σώματος δὲ κάλλος ὑγίεια εὐεκτία εὐαισθησία. τὰ δ᾿ ἐκτὸς πλοῦτος καὶ δόξα καὶ τιμὰ καὶ εὐγένεια πέφυκεν ἐπιγεννάματα ἦμεν τῶ ἀνθρώπω καὶ ἀκόλουθα [τοῖς] φύσει προϋφεστακόσιν ἀγαθοῖς· δορυφορεῖ τε τὰ μῄονα τῶν ἀγαθῶν τὰ μέζονα· φιλία μὲν καὶ δόξα καὶ πλοῦτος σῶμα καὶ ψυχάν, ὑγίεια δὲ καὶ ἰσχὺς καὶ εὐαισθησία ψυχάν, φρόνασις δὲ καὶ ἀνδρεία καὶ σωφροσύνα καὶ δικαιοσύνα τὸν νόον τᾶς ψυχᾶς, ὁ δὲ νόος τὸν θεόν· οὗτος γὰρ ὁ κράτιστός ἐστι καὶ ὁ ἁγεμονεύων. καὶ τούτω ἕνεκα καὶ τὰ ἄλλα τῶν ἀγαθῶν δεῖ παρῆμεν. στρατεύματος μὲν γὰρ ἁγεῖται στραταγός, πλωτήρων δὲ κυβερνάτας, τῶ δὲ κόσμω θεός, τᾶς δὲ ψυχᾶς νόος, τᾶς δὲ περὶ τὸν βίον εὐδαιμοσύνας φρόνασις· οὐδὲν γὰρ ἅτερόν ἐστι φρόνασις, εἰ μὴ ἐπιστάμα τᾶς περὶ τὸν βίον εὐδαιμοσύνας, ἢ ἐπιστάμα τῶν κατὰ φύσιν ἀνθρώπω ἀγαθῶν.
(113) ᾿Εν ταὐτῷ. (fr. 6 l; p. 555 Mullach)
Καὶ θεῶ μὲν εὐδαιμοσύνα καὶ βίος ἄριστος, τῶ δ᾿ ἀνθρώπω ἐξ ἐπιστάμας καὶ ἀρετᾶς καὶ τρίτω εὐτυχίας σωματουμένα παραγίνεται. λέγω δὲ ἐπιστάμαν σοφίαν μὲν τῶν θείων καὶ δαιμονίων, φρόνασιν δὲ τῶν ἀνθρωπίνων καὶ [τῶν] περὶ τὸν βίον· τὰς γὰρ λόγοις καὶ ἀποδειξίεσσι ποτιχρεομένας ἀρετὰς δέον ἐπιστάμας ποταγορεύεν· ἀρετὰν δὲ τὰν ἠθικὰν καὶ βελτίσταν ἕξιν τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς, καθ᾿ ἃν καὶ ποιοί τινες ἦμεν λεγόμεθα κατὰ τὸ ἦθος, οἷον ἐλευθέριοι δίκαιοι καὶ σώφρονες· εὐτυχίαν δὲ τὰν παρὰ τὸν λόγον τῶν ἀγαθῶν παρουσίαν καὶ μὴ δι᾿ αὐτὸν γινομέναν. ἐπεὶ ὦν ἁ μὲν ἀρετὰ καὶ ἐπιστάμα ἐφ᾿ ἁμῖν, ἁ δ᾿ εὐτυχία οὐκ ἐφ᾿ ἁμῖν· ἐν δὲ θεωρίαις καὶ πράξεσι τῶν καλῶν τὸ εὐδαιμονέν· αἱ δὲ θεωρίαι καὶ αἱ πράξιες ποτάντεις μὲν οὖσαι λειτουργίαν καὶ ἀνάγκαν ἐπιφέροντι, εὐοδοῦσαι δὲ διαγωγὰν καὶ εὐδαιμοσύναν· γίνεται δὲ ταῦτα ἐν εὐτυχίᾳ· φανερὸν ὅτι οὐδὲν ἅτερόν ἐστιν εὐδαιμοσύνα, εἰ μὴ χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ.
(114) ᾿Εν ταὐτῷ. (fr. 8 l; p. 555 Mullach)
᾿Επεὶ ὦν εὐδαιμοσύνα χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ, περὶ ἀρετᾶς καὶ εὐτυχίας λέγωμες, καὶ πρᾶτον περὶ εὐτυχίας. τῶν γὰρ ἀγαθῶν ἃ μὲν οὐκ ἐπιδέχεται ὑπερβολάν, οἷον ἀρετά· οὐ γάρ ἐστιν ὑπερβάλλοισά τις ἀρετὰ καὶ ὑπερβαλλόντως τις ἀγαθός· ἁ γὰρ ἀρετὰ στάθμαν ἔχει τὸ δέον, καὶ ἔστι τῶ δέοντος ἕξις ἐν τοῖς πρακτοῖς· ἁ δ᾿ εὐτυχία καὶ τὰν ὑπερβολὰν ἐπιδέχεται καὶ τὰν μῄωσιν. ὑπερβάλλοισα δὲ γεννᾷ τινας κακίας καὶ ἐξίστησι τὸν ἄνθρωπον ἐκ τᾶς κατὰ φύσιν ἕξιος, ὥστε πολλάκις ἀντιβαίνεν καὶ τᾷ συστάσει τᾶς ἀρετᾶς. καὶ οὐ μόνον ἁ εὐτυχία, ἀλλὰ καὶ ἅτεραι αἰτίαι πλείονες. οὐδέποκα γὰρ δεῖ θαυμαίνεν περὶ μὲν αὐλητικὰν ἦμέν τινας ἀλαζόνας, οἳ τὰ ποτ᾿ ἀλάθειαν ἐάσαντες φαντασίᾳ τινὶ ψευδεῖ τὼς ἀμώσως αἱρέοντι, περὶ δὲ τὰν ἀρετὰν μὴ ἦμεν τὸ τοιοῦτον γένος, ἀλλ᾿ ὅσῳ περ σεμνότερόν ἐστι, τοσούτῳ καὶ τὸ ποτιποιούμενον περὶ αὐτὰν πλέον ἦμεν γένος. πολλὰ γάρ ἐστι τὰ διαστρέφοντα τὰς περὶ τὰν ἀρετὰν ἐπιφανείας, ὧν ἓν μέν ἐστι τὸ τῶν ἐπιβουλευόντων καὶ ποτιποιουμένων γένος· ἅτερα δὲ φυσικὰ πάθεα παρακολουθέοντα ἐνίοκα ποιέοντι ἐναντίαν ἐπιπρέπειαν τᾶς ἀλαθινᾶς διαθέσιος· τινὰ δὲ καὶ δι᾿ ἔθος συνεκτεθραμμένα ἐκ παλαιῶν χρόνων· οὐκ ὀλίγα δὲ καὶ δι᾿ ἁλικίας ἁβατικάς τε καὶ γεροντικάς, καὶ δι᾿ εὐτυχίας ἢ καὶ ἀτυχίας, καὶ δι᾿ ἁτέρως παμπληθέας τρόπως. ὥστε οὐδέποκα δεῖ θαυμαίνεν, εἰ πάντ᾿ ἀντεστραμμένως ἐνίοκα κρίνεται, τᾶς ἀλαθινᾶς διαθέσιος μεταπιπτοίσας. ὥσπερ καὶ τέκτονα τὸν ἄριστον ἦμεν δοκέοντα πολλὰ ἐν τοῖς ὑποκειμένοις ἔργοις ὁρέομες ἁμαρτάνοντα, καὶ στραταγὸν καὶ κυβερνάταν καὶ γραφέα καὶ πάντας ἁπλῶς, καὶ ὅμως οὐκ ἀποστερέομες τᾶς ὑπαρχοίσας ἕξιος· οὕτως οὐδὲ τὸν ἀκολασταίνοντα ἔν τισι καιροῖς οὐδὲ τὸν ἀδικήσαντα οὐδὲ τὸν ἀποδειλιάσαντα ἐς τὼς κακὼς τακτέον ἄνδρας, οὐδὲ μὰν τὼς τούτων τι κατορθώσαντας ἐς τὼς ἀγαθώς· ἀλλὰ τοῖς τε φαύλοις τὸ τυχὲν ποτὲ δοτέον τοῖς τε ἀγαθοῖς τὸ διαμαρτάνεν. τὰν δὲ ἀλαθινὰν κρίσιν [κριτέον] οὐ ποθ᾿ ἕνα καιρὸν ἐπιβλέποντας οὐδ᾿ ἐπὶ χρόνου τι πλᾶθος, ἀλλ᾿ ἐπὶ πάντα τὸν βίον. ὥσπερ δὲ τὸ σῶμα βλάπτει μὲν καὶ τὸ τᾶς ἐνδείας καὶ τὸ τᾶς ὑπερβολᾶς εἶδος, οὐ μὰν ἀλλὰ νόσως γε μέζονας ἐμποιὲν πέφυκεν ἁ ὑπερβολὰ καὶ τὰ καλεόμενα περισσώματα· οὕτω καὶ [τὰν] ψυχὰν βλάπτει μὲν καὶ τὸ τᾶς εὐτυχίας ἢ ἀτυχίας εἶδος ἀκαίρως παραγενόμενον, οὐ μὰν ἀλλὰ νόσως γε μέζονας ποὲν πέφυκεν ἁ λεγομένα παρὰ πάντεσσιν εὐτυχία, ὥσπερ οἶνος καταμεθύσκουσα τοῖς ἀγαθοῖς τὰν διάνοιαν.




fr. 1; 2. Mullach phil. Gr. I; p. 553