Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
47 DK B 9 /6b
Archytás (zachoval Stobaios ve spisu Anthologium, III, 1, 105-106)

Součástí tohoto zlomku jsou také: 47 DK B 9 , 47 DK B 9 /1 , 47 DK B 9 /2 , 47 DK B 9 /3 , 47 DK B 9 /4 , 47 DK B 9 /5 , 47 DK B 9 /5cfr , 47 DK B 9 /6 , 47 DK B 9 /6c , 47 DK B 9 /7 , 47 DK B 9 /7b , 47 DK B 9 /7c , 47 DK B 9 /8 , 47 DK B 9 /9 , 47 DK B 9 /11 , 47 DK B 9 /12 , 47 DK B 9 /12b



[Přepnout na jednoduché zobrazení]


᾿Αρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ παιδεύσεως ἠθικῆς.
Φαμὶ τὰν ἀρετὰν ἦμεν ποττὸ μὴ κακοδαιμονὲν ἱκανάν, τὰν δὲ κακίαν ποττὸ μὴ εὐδαιμονέν, αἴκα τὰς ἕξιας αὐτὰς κρίνωμες. αἰεὶ μὲν γὰρ κακοδαιμονὲν ἀνάγκα τὸν κακόν, αἴτε ἔχει ὕλαν (κακῶς τε γὰρ αὐτᾷ χρέεται) αἴτε σπανίζει· ὡς καὶ τὸν τυφλόν ..., αἴτε φῶς ἔχει καὶ λαμπρότατα ὁρατάν, αἴτε ἐν σκότει διατελεῖ· οὐκ αἰεὶ δὲ εὐδαιμονὲν τὸν ἀγαθόν. οὐ γὰρ ἁ κτᾶσις τᾶς ἀρετᾶς εὐδαιμονία ἦς, ἀλλ᾿ ἁ χρᾶσις. καὶ γὰρ ὁ ἔχων τὴν ὄψιν οὐχ ὁρῇ αἰεί· αἰ γὰρ μὴ ἔχει φῶς, οὐκ ὄψεται. δύο δ᾿ ὁδοὶ τέμνονται ἐν βίῳ, ἃ μὲν σκυθρωποτέρα, τὰν ὁ τλάμων ἐβάδιζεν ᾿Οδυσσεύς, ἃ δὲ εὐδιεινοτέρα, τὰν ἐπορεύετο Νέστωρ. τὰν ὦν ἀρετάν φαμι δήλεσθαι μὲν ταύταν, δύνασθαι δὲ καὶ τήναν. ἀλλὰ τὰν εὐδαιμονίαν καρύσσει ἁ φύσις βίον εὐκταῖον καὶ εὐσταθέα διὰ τὸ γνώμας τελεσθῆμεν· ὥστε ἃ μὴ δήληταί τις παριόντα, οὐκ εὐδαίμων μέν, οὐ μὰν πάντα κακοδαίμων.
(106) ᾿Εν ταὐτῷ.
Μὴ ὦν ἄνοσον καὶ ἀνάλγητον τολμώντων τὸν ἀγαθὸν εἰπέν, μηδὲ ἄλυπον θρασυνέσθωσαν λέγεν· ὡς γὰρ σώματι ἀλγεινά τινα ἀπολείπομες, οὕτω καὶ ψυχᾷ ἐπώδυνα. ἀλλὰ ταὶ μὲν ἀφρόνων λῦπαι ἀλόγιστοι πέλοντι· ταὶ δὲ φρονίμων ἐς ὅσον κα λόγος ἐπιτρέποι ὁρίδδων τὰ πράγματα. ἀλλὰ μὰν καὶ τὸ καύχαμα αὐτῶν τᾶς ἀπαθείας ἐκλύει τᾶς ἀρετᾶς τὸ γενναῖον, αἴκα ἀδιαφόροις καὶ μὴ κακοῖς θανάτῳ τε καὶ ἀλγηδόνι καὶ πενίᾳ ἀντιβεβάκῃ. εὐκαταγώνιστα γὰρ τὰ μὴ κακά. ἀσκητέον ὦν ποττὰν μετριοπάθειαν ἴμεν, ὡς τό τε ἀνάλγητον ἐς ἴσον τῷ ἐμπαθεῖ φεύγωμες, μηδὲ μέζον φύσιος τᾶς ἁμετέρας φθεγγώμεθα.




fr. 12 phil. Gr. I; 557 Mullach