Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
47 DK B 9 /6
Archytás (zachoval Stobaios ve spisu Anthologium, II, 31, 120)

Součástí tohoto zlomku jsou také: 47 DK B 9 , 47 DK B 9 /1 , 47 DK B 9 /2 , 47 DK B 9 /3 , 47 DK B 9 /4 , 47 DK B 9 /5 , 47 DK B 9 /5cfr , 47 DK B 9 /6b , 47 DK B 9 /6c , 47 DK B 9 /7 , 47 DK B 9 /7b , 47 DK B 9 /7c , 47 DK B 9 /8 , 47 DK B 9 /9 , 47 DK B 9 /11 , 47 DK B 9 /12 , 47 DK B 9 /12b



[Přepnout na jednoduché zobrazení]


᾿Αρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ παιδεύσεως ἠθικῆς.
Φιλοσοφίαν φαντὶ ὄρεξιν εἶμεν τῶ ἀναλαμβάνεν ἢ συνέχεν αὔταυτον ἐν ἀρετᾷ πρακτικᾷ καττὰν ἔφεσιν τᾶς σοφίας δι᾿ αὐταύταν· ταύτας δ᾿ ἀρχὰν μὲν τὰν φύσιν προειδέμεν, μέσα δὲ τὰν ἄσκησιν, τέρμα δὲ τὰν εἴδησιν φέρεν. Εὐτυχὲς μὲν ὦν εἶμεν φῦναι εὖ, τραφῆμέν τε καὶ ἀχθῆμεν καττὸν ὀρθὸν νόμον καθομόλογά τε τᾷ φύσι ἔθεα· δεῖ δ᾿ ἀσκηθῆμεν ὑπό τε γενέτορας ἢ ἐπιτρόπως, παιδευτάς τε σώφρονας γενέσθαι· καλὸν δὲ τὸ αὐτὸν αὑτῷ ποτιτάσσεν τὰ ἄριστα, μηδὲ ποτιδέεσθαι ἀνάγκας, εὐπειθέα δ᾿ εἶμεν τοῖς ὑφαγεομένοις τὰ ἄριστα ποτὶ πρᾶξιν καὶ εἴδησιν· ταὶ γὰρ εὐφυΐαι καὶ ταὶ καλαὶ τροφαὶ πολλάκις φθάνοντι τὰς διδασκαλίας ἐς ὀρθότατα ἄγοισαι, ἀποδέοντι δὲ μόνον λόγω ἁγεμόνος, τὸν ἐντίθητι ἐπιστάμα. Δύο μὲν ὦν ἔντι βίοι ἀντίπαλοι, τοὶ τῶν πρατήων ἀντιποιεύμενοι, πρακτικός τε καὶ φιλόσοφος· πολὺ δὲ κάρρων δοκέει εἶμεν ὁ ἐξ ἀμφοτέρων κεκραμένος ποτὶ καιρὼς τὼς ἁρμόσδοντας συντεταγμένος καθ᾿ ἑκατέραν διέξοδον. Γεγόναμες γὰρ ποτ᾿ ἐνέργειαν νοεράν, ἃν καλέομες πρᾶξιν· τᾶς δὲ διανοίας ἁ μὲν πρακτικὰ ἐπὶ τὰν πολιτικὰν φέρεται, ἁ δὲ ἐπισταμονικὰ ἐπὶ τὰν θέαν τῶν συμπάντων, αὐτὸς δ᾿ ὁ καθόλω νόος ταύτας τὰς δύο δυνάμιας ἀμπέχων ἐπὶ τὰν εὐδαιμονίαν, τὰν φαμὲς ἐνέργειαν ἀρετᾶς ἐν εὐτυχίᾳ εἶμεν, οὔτε πρακτικὰν ἔασαν μόνον ὥστε καὶ μὴ τὰν ἐπιστάμαν περιέχεν, οὔτε θεωρητικὰν ὡς ἄπρακτον εἶμεν· ἁ γὰρ τέλῃος διάνοια ποτὶ δύο ἀρχὰς ἐπικρατέας ῥέπει, ποθ᾿ ἃς καὶ ὁ ἄνθρωπος πέφυκε, τάν τε κοινανικὰν καὶ τὰν εἰδημονικάν· καὶ γὰρ αἰ κατὰ τοίας ἀντιλήψιας δοκέοντι ἀντιθλίβεν ἀλλάλας ταὶ ἀγωγαί (ταὶ μὲν γὰρ πολιτικαὶ ἀφέλκοισαι τᾶς θεωρίας, ταὶ δὲ θεωρητικαὶ ἀπὸ τᾶς πολιτείας μετάγοισαι ἐς ἁσυχίαν), ἀλλ᾿ ὦν τὰ πέρατα συναψαμένα ἁ φύσις ἀπέδειξεν ἐν τὠυτῷ ἁνωμένα· οὐ γὰρ ἀντιπαθέες ἔντι ταὶ ἀρεταί, ἀλλ᾿ ἁρμονίας ἁπάσας συμφωνότεραι. Αἰ δέ κά τις ἐκ νέω ὁρμαθεὶς αὐτὸς ἁρμόσδηται ἐς τὰς ἀρχὰς τᾶν ἀρετᾶν καὶ τὸν θεῖον νόμον τᾶς τῶ κόσμω ἁρμονίας, εὔροον βίον διεξαξεῖ· αἰ δέ κα αὐτὸς καθ᾿ αὑτὸν πλαζόμενος τύχῃ ἁγεμόνων καρρόνων, ἀπευθύνεν τὸν δρόμον δυνασεῖται ποτὶ μακαριότατα, ὥσπερ τοὶ ἀτυχέοντες ἐν πλόῳ ἀνύοντι τὰν θάλασσαν διὰ τᾶς κυβερνατικᾶς [τᾶς] εὐπλοίας ἐφιέμενοι, ὅπερ ἐν βίῳ τᾶς εὐδαιμονίας. Αἰ δὲ μήτ᾿ αὐτὸς νοέοι τὰ ποτίφορα, μήτ᾿ ἐπιτρόπων τύχοι ἐμφρόνων, οὐδὲν ὄφελος χοραγίας ἀφθόνω· ἀφροσύνα γάρ, αἰ καὶ ἐς τἆλλα εὐτυχεῖ, κακοδαίμων ἐσαιεί ἐστιν. ᾿Επεὶ δ᾿ ἐν ἅπαντι πρᾶτον ἀνάγκα σκοπᾶν μὲν τὸ τέλος (τοῦτο γὰρ ποιέοντι κυβερνᾶται μὲν λιμένα (νεὼς) ἐς ὃν καταχθήσονται προτιθέμενοι, ἁνίοχοι δὲ τέρμα δρόμω, τοξόται δὲ καὶ σφενδονᾶται σκοπόν, ποθ᾿ ὃν παντᾷ ἁρμόσδονται), ἀνάγκα καὶ τᾷ ἀρετᾷ προκέεσθαί τινα ὥσπερ τέχνᾳ τῶ βίω σκοπὸν ἢ πρόθεσιν, ταῦτα γὰρ ὀνυμαίνω καθ᾿ ἑκατέρων· τοῦτο δὲ φαμὶ εἶμεν τῶν μὲν πρακτικῶν τὸ κράτιστον, [τῶν δὲ ἐπισταμονικῶν τὸ σοφώτατον], τῶ δὲ βίω τὸ τέλῃον ἀγαθόν, τὸ λέγοντι [τοὶ] τἀνθρώπεια σοφοὶ εὐδαιμονίαν. Ταύταν δὲ οὔτε καττὰν ἀλάθειαν κρίνεν δύνανται τοὶ κακῶς ἔχοντες, οὔτε ἑλέσθαι ἰσχύοντι τοὶ μὴ ἐκδαλότατα ὁρέοντες αὐτάν· τίνοντι δὲ δίκας ἀφροσύνας τοὶ ἁδονᾷ τὸ ἄριστον διδόντες, κολάσδονται τοὶ τὰν ἀναλγησίαν πάντων προτιμέοντες, καθόλω δ᾿ εἰπέν, ἄγχονται ἐν κακᾷ ζάλᾳ τοὶ ἐν εὐπαθείᾳ σωμάτων ἢ ἐν ψυχᾶς ἀλόγῳ κατασκευᾷ ἀπολιπόντες τὰν εὐδαίμονα ζωάν. Οὐδὲ πολλὸν ἀπὸ τούτων εὐτυχέστεροί ἐντι τοὶ ἐξαίροντες μὲν τὸ καλόν, ὡς καττούτω τί μὴ λέγεν, ὁμότιμον δὲ αὐτῷ τὰν ἁδονὰν καὶ τὰν ἀναλγησίαν καὶ τὰς εὐπαθείας τὰς πράτας καὶ φυσικὰς καὶ ἀλόγως ὁρμὰς ἢ σώματος ἢ ψυχᾶς ἀντέχοντες· ἑκάτερα γὰρ ἀδικέοντι, τὰν μὲν ψυχικὰν ἀκρότατα καὶ τὰ ἔργα αὐτᾶς κατάγοντες ἐς ἰσότατα ποττὰν τοῦ σώματος τελῃότατα, τὰν δὲ σωματικὰν εὐεξίαν ἐς ὕψος ἀντικαθιστάντες τᾷ ψυχικᾷ ἁδονᾷ· ἐνεμεσήθη δὲ καὶ ἁ φύσις καὶ τὸ θεῖον τᾷ τούτων διακράσι· οὐ γὰρ φυλάσσοντι τὰν ἀξίαν τῶ κάρρονος ποττὸ χεῖρον. ᾿Αλλ᾿ ἁμές γε λέγομες σῶμα μὲν εἶμεν ψυχᾶς ὄργανον, νόον δὲ ἁγεμόνα τᾶς τε ἄλλας ψυχᾶς καὶ τῶ σκάνεος αὐτᾶς, τὰν δ᾿ ἐς τἆλλα εὐτυχίαν φυσικὰν ὀργανικὰν τᾷ νοερᾷ ἐνεργείᾳ εἶμεν, αἴ κα παντελὴς δυνάμι τε καὶ χρόνῳ καὶ χοραγίᾳ ᾖ.




fr. 8, phil. II; 120 Mullach