Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
47 DK B 9 /5
Archytás (zachoval Stobaios ve spisu Anthologium, I, 48, 6)

Součástí tohoto zlomku jsou také: 47 DK B 9 , 47 DK B 9 /1 , 47 DK B 9 /2 , 47 DK B 9 /3 , 47 DK B 9 /4 , 47 DK B 9 /5cfr , 47 DK B 9 /6 , 47 DK B 9 /6b , 47 DK B 9 /6c , 47 DK B 9 /7 , 47 DK B 9 /7b , 47 DK B 9 /7c , 47 DK B 9 /8 , 47 DK B 9 /9 , 47 DK B 9 /11 , 47 DK B 9 /12 , 47 DK B 9 /12b



[Přepnout na jednoduché zobrazení]


᾿Αρχύτου ἐκ τοῦ Περὶ νόω καὶ αἰσθάσιος.
Αἴσθασις μὲν ἐν σώματι γίνεται, νόος δ᾿ ἐν ψυχᾷ. Τὸ μὲν γὰρ ἀρχὰ τῶν αἰσθατῶν ὑπάρχει, τὸ δὲ τῶν νοατῶν. Πλάθεος μὲν γὰρ μέτρον ἀριθμός, μάκεος δὲ ποῦς, ῥοπᾶς δὲ καὶ σταθμῶ ζυγόν, ὀρθότατος δὲ καὶ εὐθύτατος κανὼν καὶ στάθμα ὀρθὰ γωνία· οὕτως δὲ καὶ τῶν μὲν αἰσθατῶν αἴσθασις [μέτρον], τῶν δὲ νοατῶν νόος ἀρχὰ καὶ μέτρον ἐντί. Καὶ ὁ μὲν νόος ἀρχὰ νοατῶν τε [καὶ] φύσι πράτων· ἁ δὲ αἴσθασις [δευτέρων τε φύσι καὶ τῶν παρ᾿] ἁμῖν· ὃ μὲν γάρ ἐντι ἀρχὰ τᾷ ψυχᾷ, ἃ δὲ τῷ σώματι. Καὶ ὁ μὲν νόος τῶν τιμιαιτάτων ἐντὶ κριτάς, ἁ δ᾿ αἴσθασις τῶν χρησιμωτάτων. ῾Α μὲν γὰρ αἴσθασις τῶ σώματος ἕνεκε συνέστακε καὶ τᾶς εἰς τοῦτο λειτουργίας· ὁ δὲ νόος [τᾶς ψυχᾶς ἕνεκε] καὶ τᾶς εἰς ταύταν πολυφραδμοσύνας. Καὶ ὁ μὲν νόος ἐντὶ ἀρχὰ τᾶς ἐπιστάμας, ἁ δ᾿ αἴσθασις τᾶς δόξας· ἃ μὲν γὰρ ἔχει τὰν ἐκ τῶν αἰσθατῶν ἐνέργειαν, ὃ δὲ τὰν ἐκ τῶν νοατῶν. Τυγχάνοντι δὲ τὰ μὲν αἰσθατὰ τῶν πραγμάτων κινάσιος μεταβλάσιός τε κοινανέοντα, τὰ δὲ νοατὰ στάσιος καὶ αἰδιότατος. Παραπλασίως δὲ καὶ ἁ αἴσθασις καὶ ὁ νόος ἔχοντι· ἁ μὲν γὰρ αἴσθασις τῶ αἰσθατῶ, τὸ δ᾿ αἰσθατὸν καὶ κινέεται καὶ μεταβάλλει καὶ οὐδέποκα ἐν ταὐτῷ ἀτρεμέει· διὸ καὶ μᾶλλον καὶ ἧττον καὶ βέλτιον καὶ χεῖρον γίνεται ὁρῆν [τὸ αἰσθατόν]· ὁ δὲ νόος τῶ νοατῶ, τὸ δὲ νοατὸν ἀκίνατον ἐξ ὠσίας· διὸ οὔτε μᾶλλον οὔτε ἧττον οὔτε βέλτιον οὔτε χεῖρον ἔντι νοὲν τὸ νοατόν. [Καὶ] καθάπερ [ὁ] νόος τὸ πρᾶτον βλέπει καὶ τὸ παράδειγμα, οὕτως ἁ αἴσθασις τὰν εἰκόνα καὶ τὸ δεύτερον· ὁ μὲν γὰρ νόος οὐρανὸν ἁπλῶς [ἢ τέχναν], ἁ δ᾿ αἴσθασις ἁπλῶς τὰν τῶ ἁλίω σφαῖραν ἢ τὰς χειροτεχνατῶν. ῎Ετι [ὁ] μὲν νόος ἀμερὴς καὶ ἀδιαίρετος, καθάπερ μονὰς καὶ στιγμά, παραπλασίως δὲ καὶ τὸ νοατόν (τὸ γὰρ εἶδος οὔτε πέρας σώματός ἐντι οὔτε ὅρος, ἀλλὰ μόνον τύπωσις τῶ ἐόντος, ᾇ ἐόν ἐντι), ἁ δ᾿ αἴσθασις μεριστὰ καὶ διαιρετά. Τῶν γὰρ ἐόντων ἐντὶ τὰ μὲν αἰσθατά, τὰ δὲ δοξαστά, τὰ δ᾿ ἐπιστατά, τὰ δὲ νοατά. Καὶ τὰ μὲν σώματα, ὧν ἔντι τις ἀντιτυπία, αἰσθατά· δοξαστὰ δὲ τὰ μετέχοντα τῶν εἰδέων ὡς αἱ εἰκόνες, οἷον ὁ τὶς ἄνθρωπος τῶ ἀνθρώπω καὶ τὸ [τὶ] τρίγωνον τῶ τριγώνω· ἐπιστατὰ δὲ τὰ τοῖς εἴδεσι συμβεβακότα ἐξ ἀνάγκας, ὡς ἐν γαμετρίᾳ τὰ τοῖς σχήμασι· νοατὰ δὲ αὐτὰ τὰ εἴδεα καὶ αἱ ἀρχαὶ τῶν ἐπιστατῶν· οἷον αὐτὸ κύκλος καὶ τρίγωνον καὶ σφαῖρα. Τυγχάνοντι δὲ καὶ ἐν ἁμῖν αὐτοῖς κατὰ ψυχὰν γνώσιες τέτταρες· νόος, ἐπιστάμα, δόξα, αἴσθασις· ὧν αἱ μὲν δύο τῶ λόγω ἀρχαί ἐντι, οἷον νόος καὶ αἴσθασις, τὰ δὲ δύο τέλεα, οἷον ἐπιστάμα καὶ δόξα. Τὸ δ᾿ ὅμοιον ἀεὶ τῶ ὁμοίω γνωστικόν. Φανερὸν [ὦν] ὅτι ὁ μὲν νόος ἐν ἁμῖν τῶν νοατῶν γνωστικός, ἁ δὲ ἐπιστάμα τῶν ἐπιστατῶν, [ἁ δὲ δόξα τῶν δοξαστῶν,] ἁ δὲ αἴσθασις τῶν αἰσθατῶν.




fr. phil. Gr. I; 565 Mullach