47 DK B 9 /2
Archytás (zachoval Stobaios ve spisu Anthologium, II, 2, 4)Součástí tohoto zlomku jsou také: 47 DK B 9 , 47 DK B 9 /1 , 47 DK B 9 /3 , 47 DK B 9 /4 , 47 DK B 9 /5 , 47 DK B 9 /5cfr , 47 DK B 9 /6 , 47 DK B 9 /6b , 47 DK B 9 /6c , 47 DK B 9 /7 , 47 DK B 9 /7b , 47 DK B 9 /7c , 47 DK B 9 /8 , 47 DK B 9 /9 , 47 DK B 9 /11 , 47 DK B 9 /12 , 47 DK B 9 /12b
[Přepnout na jednoduché zobrazení]
᾿Αρχύτου περὶ τοῦ ὄντος.
Παντᾷ μοι δοκέοντι ἁμαρτάνεν οἱ λέγοντες δύο λόγως περὶ παντὸς λεγέσθαι ἀντίως ἀλλάλοις καὶ ναμαρτέας ἀμφοτέρως. ᾿Εγὼ δὲ πρᾶτον τοῦτ᾿ ἀδύνατον νομίζω, ἀμφοτέρων πιστῶν ἐόντων ἀντίως εἶμεν ἀλλάλοις, τὸ καλὸν τῷ καλῷ καὶ τὸ λευκὸν τῷ λευκῷ. ᾿Αλλὰ γὰρ οὐχ οὕτως ἔχει· ἀλλὰ ἔστι τὸ καλὸν καὶ [τὸ] αἰσχρὸν ἀντία, καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. Οὕτω δὲ καὶ τὸ ναμαρτὲς τῷ ψεύδει φαμές, οὐδὲ ναμαρτέας [ἀντίως] δύο λόγως λεγέσθαι ἢ δύο ψευδέας, ἀλλὰ τὸν μὲν ἀλαθέα, τὸν δὲ ψεύσταν. ῾Ο γὰρ τὰν ψυχὰν ἐπαινέων τῶ ἀνθρώπω καὶ [ὁ] τὸ σῶμα μεμφόμενος οὐχ ὑπὲρ τὠυτῶ λέγοντι· αἱ μὴ καὶ αἴ τι περὶ τᾶς γᾶς λέγοιεν καὶ τῶ οὐρανῶ, τὠυτόν. Ταῦτα γὰρ δύο ἐντί, ἀλλ᾿ οὐχ ἕν. ᾿Ονομαστὶ δὲ θέλω καὶ τοῦτο δείξαι. ῾Ο γὰρ λέγων περὶ ᾿Αθαναίων ὡς ἐντὶ κατὰ λόγον ἄνδρες ἀγαθοί, καὶ ὁ λέγων ὡς ἐντὶ περὶ χάριτας φαύλοι, οὐκ ἀντία λέγοντι· τὰ γὰρ ἀντία περὶ τὠυτῶ πράγματος ἀντικέαται ἀλλάλοις, ταῦτα δὲ δύο ἐντὶ πράγματα.

Mullach. Ph. I; 569