Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
47 DK B 9 /1
Archytás (zachoval Stobaios ve spisu Anthologium, I, 41, 2 W.)

Součástí tohoto zlomku jsou také: 47 DK B 9 , 47 DK B 9 /2 , 47 DK B 9 /3 , 47 DK B 9 /4 , 47 DK B 9 /5 , 47 DK B 9 /5cfr , 47 DK B 9 /6 , 47 DK B 9 /6b , 47 DK B 9 /6c , 47 DK B 9 /7 , 47 DK B 9 /7b , 47 DK B 9 /7c , 47 DK B 9 /8 , 47 DK B 9 /9 , 47 DK B 9 /11 , 47 DK B 9 /12 , 47 DK B 9 /12b



[Přepnout na jednoduché zobrazení]


᾿Εκ τοῦ ᾿Αρχύτου Περὶ ἀρχᾶν.
᾿Ανάγκα [καὶ] δύο ἀρχὰς εἶμεν τῶν ὄντων, μίαν μὲν τὰν συστοιχίαν ἔχοισαν τῶν τεταγμένων καὶ ὁριστῶν, ἑτέραν δὲ τὰν συστοιχίαν ἔχοισαν τῶν ἀτάκτων καὶ ἀορίστων. Καὶ τὰν μὲν ῥητὰν καὶ λόγον ἔχοισαν καὶ τὰ ἐόντα ὁμοίως συνέχεν καὶ τὰ μὴ ἐόντα ὁρίζεν καὶ συντάσσεν (πλατιάζοισαν γὰρ ἀεὶ τοῖς γινομένοις εὐλόγως καὶ εὐρύθμως ἀνάγεν ταῦτα καὶ τὸ καθόλω οὐσίας τε καὶ ἰδέας μεταδιδόμεν)· τὰν δ᾿ ἄλογον καὶ ἄρρητον καὶ τὰ συντεταγμένα λυμαίνεσθαι καὶ τὰ ἐς γένεσίν τε καὶ ὠσίαν παραγενόμενα διαλύεν (πλατιάζοισαν γὰρ ἀεὶ τοῖς πράγμασιν ἐξομοιοῦν αὑτᾷ ταῦτα).
᾿Αλλ᾿ ἐπείπερ ἀρχαὶ δύο κατὰ γένος ἀντιδιαιρεόμεναι τὰ πράγματα τυγχάνοντι τῷ τὰν μὲν εἶμεν ἀγαθοποιόν, τὰν δ᾿ εἶμεν κακοποιόν, ἀνάγκα καὶ δύο λόγως εἶμεν, τὸν μὲν ἕνα τᾶς ἀγαθοποιῶ φύσιος, τὸν δ᾿ ἕνα τᾶς κακοποιῶ. Διὰ τοῦτο καὶ τὰ τέχνᾳ καὶ τὰ φύσι γινόμενα δύο τούτων πράτων μετείληφε, τᾶς τε μορφῶς καὶ τᾶς ὠσίας. Καὶ ἁ μὲν μορφώ ἐντι ἁ αἰτία τῶ τόδε τι εἶμεν· ἁ δὲ ὠσία τὸ ὑποκείμενον, παραδεχόμενον τὰν μορφώ.
Οὔτε δὲ τᾷ ὠσίᾳ οἷόν τέ ἐντι μορφῶς μετεῖμεν αὐτᾷ ἐξ αὑτᾶς, οὔτε μὰν τὰν μορφὼ γενέσθαι περὶ τὰν ὠσίαν, ἀλλ᾿ ἀνάγκα ἁτέραν τινὰ εἶμεν αἰτίαν, τὰν κινάσοισαν τὰν ἐστὼ τῶν πραγμάτων ἐπὶ τὰν μορφώ· ταύταν δὲ τὰν πράταν τᾷ δυνάμι καὶ καθυπερτάταν εἶμεν τᾶν ἀλλᾶν· ὀνομάζεσθαι δ᾿ αὐτὰν ποθάκει θεόν· ὥστε τρεῖς ἀρχὰς εἶμεν ἤδη, τόν τε θεὸν καὶ τὰν ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφώ. Καὶ τὸν μὲν θεὸν [τὸν] τεχνίταν καὶ τὸν κινέοντα, τὰν δ᾿ ἐστὼ τὰν ὕλαν καὶ τὸ κινεόμενον, τὰν δὲ μορφὼ τὰν τέχναν καὶ ποθ᾿ ἃν κινέεται ὑπὸ τῶ κινέοντος ἁ ἐστώ.
᾿Αλλ᾿ ἐπεὶ τὸ κινεόμενον ἐναντίας ἑαυτῷ δυνάμιας ἴσχει τὰς τῶν ἁπλόων σωμάτων, τὰ δ᾿ ἐναντία συναρμογᾶς τινος δεῖται καὶ ἑνώσιος, ἀνάγκα ἀριθμῶν δυνάμιας καὶ ἀναλογίας καὶ τὰ ἐν ἀριθμοῖς καὶ γαμετρικοῖς δεικνύμενα παραλαμβάνεν, ἃ καὶ συναρμόξαι καὶ ἑνῶσαι τὰν ἐναντιότατα δυνασεῖται ἐν τᾷ ἐστοῖ τῶν πραγμάτων ποττὰν μορφώ. Καθ᾿ αὑτὰν μὲν γὰρ ἔσσα ἁ ἐστὼ ἄμορφός ἐντι, κιναθεῖσα δὲ ποττὰν μορφὰ ἔμμορφος γίνεται καὶ λόγον ἔχοισα τὸν τᾶς συντάξιος. ῾Ομοίως δὲ καὶ τὸ δι᾿ ὃ κινέεται τὸ κινεόμενόν ἐντι τὸ πράτως κινέον· ὥστ᾿ ἀνάγκα τρεῖς εἶμεν τὰς ἀρχάς, τάν τε ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφὼ καὶ τὸ ἐξ αὑτῶ κινατικὸν καὶ πρᾶτον τᾷ δυνάμι. Τὸ δὲ τοιοῦτον οὐ νόον μόνον εἶμεν δεῖ, ἀλλὰ καὶ νόω τι κρέσσον· νόω δὲ κρέσσον ἐντί, ὅπερ ὀνομάζομεν θεόν, φανερόν.
῾Ο μὲν τῶ ἴσω λόγος περὶ τὰν ῥητὰν καὶ λόγον ἔχοισαν φύσιν ἐντί· ὁ δὲ τῶ ἀνίσω περὶ τὰν ἄλογον καὶ ἄρρητον· αὕτα δ᾿ ἐντὶ ἁ ἐστώ· καὶ διὰ τοῦτο γένεσις καὶ φθορὰ γίνεται περὶ ταύταν καὶ οὐκ ἄνευ ταύτας.




fr. 4 phil. Gr. I; 567 Mullach