Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
36 FGrH Fr 22
Ión z Chiu (zachoval Plútarchos ve spisu De prof. in virt., 8; 79de (Stobaios, Florileg. III, 29, 89))





[Přepnout na jednoduché zobrazení]


ἀλλ᾿ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι δύνανται .... οἷα καὶ περὶ Αἰσχύλου λέγεται καὶ περὶ ἄλλων ὁμοίων. Αἰσχύλος μὲν γὰρ ᾿Ισθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας ῎Ιωνα τὸν Χῖον ᾿ὁρᾶις᾿ ἔφη, ᾿οἷον ἡ ἄσκησίς ἐστιν· ὁ πεπληγὼς σιωπᾶι, οἱ δὲ θεώμενοι βοῶσιν᾿.