Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
36 FGrH Fr 6
Ión z Chiu (zachoval Athénaios ve spisu Deipnosophistae, XIII, 81; 603e-604d)





[Přepnout na jednoduché zobrazení]


φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. ῎Ιων γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις ᾿Επιδημίαις γράφει οὕτως·
Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἄνδρι παιδιώδει παρ᾿ οἶνον καὶ δεξιῶι. ῾Ερμεσίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου ᾿Αθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς ... ἐὼν δῆλος ἦν εἶπέ τε ᾿βούλει με ἡδέως πίνειν·᾿ φάντος δ᾿ αὐτοῦ, ᾿βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα᾿. ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδός, εἶπε πρὸς τὸν συγκατακείμενον· ᾿ὡς καλῶς Φρύνιχος (III, 561, 2 Bgk 4) ἐποίησεν εἴπας ᾿λάμπει δ᾿ ἐπὶ πορφυρέαις παρῆισιν φῶς ἔρωτος᾿. καὶ πρὸς τόδε ἠμείφθη ὁ ᾿Ερετριεὺς ἢ ᾿Ερυθραῖος, γραμμάτων ἐὼν διδάσκαλος· ᾿σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει· ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέωι ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δὴ [καλὸν] τὸ καλὸν τῶι μὴ καλῶι φαινομένωι εἰκάζειν.᾿ ἀνγελάσας [δ᾿] ἐπὶ τῶι ᾿Ερετριεῖ Σοφοκλῆς ῟οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ὦ ξένε, τὸ Σιμωνίδειον (F 44 Diehl) κάρτα δοκέον τοῖς ῞Ελλησιν εὖ εἰρῆσθαι ᾿πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος᾿, οὐδ᾿ ὁ ποιητὴς [ἔφη] [ὁ] λέγων ᾿χρυσοκόμαν ᾿Απόλλωνα᾿ (Pindar. Ol. 6, 41)· χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδὲ ὁ φὰς ᾿ῥοδοδάκτυλον᾿; εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν [ἄν]῏. γελασάντων δέ, ὁ μὲν ᾿Ερετριεὺς ἐνωπήθη τῆι ἐπιραπίξει, ὁ δὲ πάλιν τοῦ παιδὸς τῶι λόγωι εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῶι μικρῶι δακτύλωι ἀφαιρετέοντα, εἰ καθοραῖ τὸ κάρφος. φάντος δὲ καθορᾶν, ᾿ἀπὸ τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο ὁ δάκτυλός σοι᾿. προσαγαγόντος δ᾿ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα, ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ ἡ κεφαλὴ τῆι κεφαλῆι ἀσσοτέρα γένηται· ὡς δ᾿ ἦν οἱ κάρτα πλησίον, περιλαβὼν τῆι χειρὶ ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῆι ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, ᾿μελετῶ [εἶπεν] στρατηγεῖν, ὦ ἄνδρες, ἐπειδήπερ Περικλῆς ποιεῖν μέν [με] ἔφη, στρατηγεῖν δ᾿ οὐκ ἐπίστασθαι. ἆρ᾿ οὖν οὐ κατ᾿ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα;᾿ τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν, ὅτε πίνοι [ἢ πράσσοι]. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλ᾿ ὡς ἄν τις εἷς τῶν χρηστῶν ᾿Αθηναίων.