Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
36 FGrH Fr 1
Ión z Chiu (zachoval Pausaniás , VII, 4, 8)





[Přepnout na jednoduché zobrazení]


῎Ιωνι δὲ τῶι ποιήσαντι τραγωιδίαν ἔστιν ἐν τῆι συγγραφῆι τοιάδε εἰρημένα· Ποσειδῶνα ἐς τὴν νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφηι τε ἐνταῦθα συγγενέσθαι, καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν, καὶ ἀπὸ τούτου Ποσειδῶνα τῶι παιδὶ ὄνομα θέσθαι Χίον. συγγενέσθαι δὲ αὐτὸν καὶ ἑτέραι νύμφηι, καὶ γενέσθαι οἱ παῖδας ῎Αγελόν τε καὶ Μέλανα. ἀνὰ χρόνον δὲ καὶ Οἰνοπίωνα ἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἕπεσθαι δέ οἱ καὶ τοὺς παῖδας Τάλον καὶ Εὐάνθην καὶ Μέλανα καὶ Σάλαγόν τε καὶ ᾿Αθάμαντα. (9) ἀφίκοντο δὲ καὶ Κᾶρες ἐς τὴν νῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ ῎Αβαντες ἐξ Εὐβοίας. Οἰνοπίωνος δὲ καὶ τῶν παίδων ἔλαβεν ὕστερον ῎Αμφικλος τὴν ἀρχήν· ἀφίκετο δὲ ἐξ ῾Ιστιαίας ὁ ῎Αμφικλος τῆς ἐν Εὐβοίαι κατὰ μάντευμα ἐκ Δελφῶν. ῞Εκτωρ δὲ ἀπὸ ᾿Αμφίκλου τετάρτηι γενεᾶι (βασιλείαν γὰρ ἔσχε καὶ οὗτος) ἐπολέμησεν ᾿Αβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῆι νήσωι, καὶ τοὺς μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασεν ὑποσπόνδους. (10) γενομένης δὲ ἀπαλλαγῆς πολέμου Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐς μνήμην ῞Εκτορι ὡς σφᾶς καὶ ῎Ιωσι δέοι συνθύειν ἐς Πανιώνιον· τρίποδα δὲ ἆθλον λαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίαι παρὰ τοῦ κοινοῦ φησι τοῦ ᾿Ιώνων. τοσαῦτα εἰρηκότα ἐς Χίους ῎Ιωνα εὕρισκον· οὐ μέντοι ἐκεῖνό γε εἴρηκε, καθ᾿ ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐς ῎Ιωνας.