Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
1 DK A 1
Orfika (zachoval Suda ve spisu Lexicon Suda, s. v. Orfeus)





[Přepnout na jednoduché zobrazení]


᾿Ορφεὺς Λειβήθρων τῶν ἐν Θράικηι (πόλις δέ ἐστιν ὑπὸ τῆι Πιερίαι), υἱὸς Οἰάγρου καὶ Καλλιόπης· ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ ῎Ατλαντος, κατὰ ᾿Αλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ια γενεῶν τῶν Τρωικῶν· καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου, βιῶναι δὲ γενεὰς θ, οἱ δὲ ια φασίν. ἔγραψε· Τριαγμούς (λέγονται δὲ εἶναι ῎Ιωνος τοῦ τραγικοῦ (cfr. c. 36))· ἐν δὲ τούτοις τὰ ῾Ιεροστολικὰ καλούμενα, κλήσεις κοσμικαί. Νεωτευκτικά. ῾Ιεροὺς λόγους ἐν ῥαψωιδίαις κδ (λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου (c. 15)). Χρησμούς, οἳ ἀναφέρονται εἰς ᾿Ονομάκριτον.
Τελετάς (ὁμοίως δέ φασι καὶ ταύτας ᾿Ονομακρίτου). [Λιθικά]· ἐν τούτοις δ᾿ ἔστι περὶ λίθων γλυφῆς, ἥτις ᾿Ογδοηκοντάλιθος ἐπιγράφεται. Σωτήρια· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ Μιλησίου. Κρατῆρας (1 A 1b; 2 A 7)· ταῦτα Ζωπύρου φασίν. Θρονισμοὺς μητρώιους καὶ Βακχικά· ταῦτα Νικίου τοῦ ᾿Ελεάτου φασὶν εἶναι. Εἰς ῞Αιδου κατάβασιν· ταῦτα ῾Ηροδίκου τοῦ Περινθίου (cfr. c. 15). Πέπλον καὶ Δίκτυον (cfr. B 10a)· καὶ ταῦτα Ζωπύρου τοῦ ῾Ηρακλεώτου, οἱ δὲ Βροτίνου (c. 17,4). ᾿Ονομαστικόν, ἔπη ασ. Θεογονίαν, ἔπη ασ. ᾿Αστρονομίαν, ᾿Αμμοσκοπίαν (?), Θυηπολικόν, ᾿Ωιοθυτικὰ ἢ ᾿Ωιοσκοπικά, ἐπικῶς. Καταζωστικόν, ῞Υμνους, Κορυβαντικόν, καὶ Φυσικά, ἃ Βροτίνου φασίν (Lobon fr. 7 Crönert).
᾿Ορφεὺς Κροτωνιάτης ἐποποιός, ὃν Πεισιστράτωι συνεῖναι τῶι τυράννωι ᾿Ασκληπιάδης φησὶν ἐν τῶι ἕκτωι βιβλίωι τῶν Γραμματικῶν· Δωδεκαετηρίδας. ᾿Αργοναυτικὰ καὶ ἄλλα τινά.
᾿Ορφεὺς Καμαριναῖος ἐποποιός, οὗ φασιν εἶναι τὴν Εἰς ῞Αιδου κατάβασιν.