Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
4 DK B 6 /1
Hésiodos (zachoval Pseudo-Eratosthenés ve spisu Catasterismi, 1)

Součástí tohoto zlomku jsou také: 4 DK B 6 /cfr , 4 DK B 6 /2 , 4 DK B 6 /3



[Přepnout na jednoduché zobrazení]


῎Αρκτου μεγάλης. ταύτην ῾Ησίοδός φησι Λυκάονος θυγατέρα ἐν ᾿Αρκαδίαι οἰκεῖν, ἑλέσθαι δὲ μετὰ ᾿Αρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν θεόν· φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ᾿ αὐτῆς λουομένην· ἐφ᾿ ὧι ὀργισθεῖσαν τὴν θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα ᾿Αρκάδα. οὖσαν δ᾿ ἐν τῶι ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῶι Λυκάονι· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον. ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ τῶν ᾿Αρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν. ῎Αρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῆι σύμπτωμα.