Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
30 DK A 3 /1
Melissos (zachoval Plútarchos ve spisu Pericles, 26-27)

Součástí tohoto zlomku jsou také: 30 DK A 3 /2



[Přepnout na jednoduché zobrazení]


(26) πλεύσαντος γὰρ αὐτοῦ [Περικλες] Μέλισσος ὁ ᾿Ιθαγένους, ἀνὴρ φιλόσοφος στρατηγῶν τότε τῆς Σάμου, καταφρονήσας τῆς ὀλιγότητος τῶν νεῶν ἢ τῆς ἀπειρίας τῶν στρατηγῶν, ἔπεισε τοὺς πολίτας ἐπιθέσθαι τοῖς ᾿Αθηναίοις. καὶ γενομένης μάχης νικήσαντες οἱ Σάμιοι καὶ πολλοὺς μὲν αὐτῶν ἄνδρας ἑλόντες πολλὰς δὲ ναῦς διαφθείραντες ἐχρῶντο τῆι θαλάσσηι καὶ παρετίθεντο τῶν ἀναγκαίων πρὸς τὸν πόλεμον ὅσα μὴ πρότερον εἶχον. ὑπὸ δὲ τοῦ Μελίσσου καὶ Περικλέα φησὶν αὐτὸν ᾿Αριστοτέλης (fr. 577 Πολιτεία Σαμίων) ἡττηθῆναι ναυμαχοῦντα πρότερον. οἱ δὲ Σάμιοι τοὺς αἰχμαλώτους τῶν ᾿Αθηναίων ἀνθυβρίζοντες ἔστιζον εἰς τὸ μέτωπον γλαῦκας· καὶ γὰρ ἐκείνους οἱ ᾿Αθηναῖοι σάμαιναν ... πρὸς ταῦτα τὰ στίγματα λέγουσι καὶ τὸ ᾿Αριστοφάνειον ἠινίχθαι ᾿Σαμίων ὁ δῆμός ἐστιν῍ὡς πολυγράμματος᾿ (Aristotelés, fr. 575). (27) πυθόμενος δ᾿ οὖν ὁ Περικλῆς τὴν ἐπὶ στρατοπέδου συμφορὰν ἐβοήθει κατὰ τάχος καὶ τοῦ Μελίσσου πρὸς αὐτὸν ἀντιταξαμένου κρατήσας καὶ τρεψάμενος τοὺς πολεμίους εὐθὺς περιετείχιζε, δαπάνηι καὶ χρόνωι μᾶλλον ἢ τραύμασι καὶ κινδύνοις τῶν πολιτῶν περιγενέσθαι καὶ συνελεῖν τὴν πόλιν βουλόμενος ... (28) ἐνάτωι δὲ μηνὶ τῶν Σαμίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε καὶ τὰς ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν, ὧν τὰ μὲν εὐθὺς εἰσήνεγκαν οἱ Σάμιοι, τὰ δ᾿ ἐν χρόνωι ῥητῶι ταξάμενοι κατοίσειν ὁμήρους ἔδωκαν. Δοῦρις δ᾿ ὁ Σάμιος (F GrHist. 76 F 67; II, 154) τούτοις ἐπιτραγωιδεῖ πολλὴν ὠμότητα τῶν ᾿Αθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυδίδης ἱστόρηκεν οὔτ᾿ ῎Εφορος (F GrHist. 70 F 195; II, 98) οὔτ᾿ ᾿Αριστοτέλης (fr. 578).