Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
28 DK B 1 /1-32prae
Parmenidés (zachoval Sextos Empeirikos ve spisu Adversus mathematicos, VII, 112-114)

Součástí tohoto zlomku jsou také: 28 DK B 1 /1-30 , 28 DK B 1 /28-32



[Přepnout na jednoduché zobrazení]


ὁ δὲ γνώριμος αὐτοῦ Παρμενίδης τοῦ μὲν δοξαστοῦ λόγου κατέγνω, φημὶ δὲ τοῦ ἀσθενεῖς ἔχοντος ὑπολήψεις, τὸν δ᾿ ἐπιστημονικόν, τουτέστι τὸν ἀδιάπτωτον, ὑπέθετο κριτήριον, ἀποστὰς καὶ τῆς τῶν αἰσθήσεων πίστεως· ἐναρχόμενος γοῦν τοῦ Περὶ φύσεως γράφει τὸν τρόπον τοῦτον· ᾿ἵπποι ... ἀληθής᾿ (ἀλλὰ σὺ ... λείπεται = B 7. 2-7).




Paraphrasis: Sextos Empeirikos, Adversus mathematicos VII, 112-114 ἐν τούτοις γὰρ ὁ Παρμενίδης ἵππους μέν φησιν αὐτὸν φέρειν τὰς ἀλόγους τῆς ψυχῆς ὁρμάς τε καὶ ὀρέξεις (1), κατὰ δὲ τὴν πολύφημον ὁδὸν τοῦ δαίμονος πορεύεσθαι τὴν κατὰ τὸν φιλόσοφον λόγον θεωρίαν, ὃς λόγος προπομποῦ δαίμονος τρόπον ἐπὶ τὴν ἁπάντων ὁδηγεῖ γνῶσιν (2. 3), κούρας δ᾿ αὐτοῦ προάγειν τὰς αἰσθήσεις (5), ὧν τὰς μὲν ἀκοὰς αἰνίττεται ἐν τῶι λέγειν ᾿δοιοῖς ... κύκλοις᾿ (7. 8), τουτέστι τοῖς τῶν ὤτων, τὴν φωνὴν δι᾿ ὧν καταδέχονται, τὰς δὲ ὁράσεις ῾Ηλιάδας κούρας κέκληκε (9), δώματα μὲν Νυκτὸς ἀπολιπούσας (9) διὰ τὸ μὴ χωρὶς φωτὸς γίνεσθαι τὴν χρῆσιν αὐτῶν. ἐπὶ δὲ τὴν ᾿πολύποινον᾿ ἐλθεῖν Δίκην καὶ ἔχουσαν ᾿κληῖδας ἀμοιβούς᾿ (14), τὴν διάνοιαν ἀσφαλεῖς ἔχουσαν τὰς τῶν πραγμάτων καταλήψεις. ἥτις αὐτὸν ὑποδεξαμένη (22) ἐπαγγέλλεται δύο ταῦτα διδάξειν ᾿ἠμὲν ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ᾿ (29), ὅπερ ἐστὶ τὸ τῆς ἐπιστήμης ἀμετακίνητον βῆμα, ἕτερον δὲ ᾿βροτῶν δόξας ... ἀληθής᾿ (30), τουτέστι τὸ ἐν δόξηι κείμενον πᾶν, ὅτι ἦν ἀβέβαιον.