Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
28 DK A 30
Parmenidés (zachoval Ammónios ve spisu In Aristotelis librum de interpretatione comm., 133, 16 Busse)





[Přepnout na jednoduché zobrazení]


πρῶτον μὲν γάρ, ὡς ὁ Τίμαιος (27c) ἡμᾶς ἐδίδαξε καὶ αὐτὸς ὁ ᾿Αριστοτέλης θεολογῶν ἀποφαίνεται καὶ πρὸ τούτων ὁ Παρμενίδης, οὐχ ὁ παρὰ Πλάτωνι μόνον (p. 137a), ἀλλὰ καὶ ὁ ἐν τοῖς οἰκείοις ἔπεσιν, οὐδέν ἐστι παρὰ τοῖς θεοῖς οὔτε παρεληλυθὸς οὔτε μέλλον, εἴ γε τούτων μὲν ἑκάτερον οὐκ ὄν, τὸ μὲν οὐκέτι τὸ δὲ οὔπω, καὶ τὸ μὲν μεταβεβληκὸς τὸ δὲ πεφυκὸς μεταβάλλειν, τὰ δὲ τοιαῦτα τοῖς ὄντως οὖσι καὶ μεταβολὴν οὐδὲ κατ᾿ ἐπίνοιαν ἐπιδεχομένοις προσαρμόττειν ἀμήχανον.