Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
3 DK A 5 /3
Epimenidés (zachoval Plútarchos ve spisu Septem sapientium convivium, 157d)

Součástí tohoto zlomku jsou také: 3 DK A 5 /1 , 3 DK A 5 /2



[Přepnout na jednoduché zobrazení]


Σόλωνος δὲ ξένον ᾿Επιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων κελεύει, τῆς δ᾿ ἀλίμου δυνάμεως, ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον ... ὁ δὲ Σόλων ἔφη θαυμάζειν τὸν ῎Αρδαλον, εἰ τὸν νόμον οὐκ ἀνέγνωκε τῆς διαίτης τοῦ ἀνδρὸς ἐν τοῖς ἔπεσι τοῖς ῾Ησιόδου γεγραμμένον·
ἐκεῖνος γάρ ἐστιν ὁ πρῶτος ᾿Επιμενίδηι σπέρματα τῆς τροφῆς ταύτης παρασχὼν καὶ ζητεῖν (ὁ) διδάξας ‘ὅσον ἐν μαλάχηι τε καὶ ἀσφοδέλωι μέγ᾿ ὄνειαρ’ (Opera et dies 41)’·
‘οἴει γάρ’, ὁ Περίανδρος εἶπε, τὸν ῾Ησίοδον ἐννοῆσαί τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεί, καὶ πρὸς τὰ λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν ἡμᾶς; ἀγαθὴ μὲν γὰρ ἡ μαλάχη βρωθῆναι, γλυκὺς δ᾿ ὁ ἀνθέρικος· τὰ δ᾿ ἄλιμα ταῦτα καὶ ἄδιψα φάρμακα μᾶλλον ἢ σιτία πυνθάνομαι καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι...