Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
28 DK A 7 /1
Parmenidés (zachoval Alexandros z Afrodisiady ve spisu In Metaphysica, 31, 7 Hayd. (ad I, 3; 984b3))

Součástí tohoto zlomku jsou také: 28 DK A 7 /2



[Přepnout na jednoduché zobrazení]


περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θεόφραστος ἐν τῶι πρώτωι Περὶ τῶν φυσικῶν (fr. 6; Dox. 482, 5) οὕτως λέγει· ᾿τούτωι δὲ ἐπιγενόμενος Παρμενίδης Πύρητος ὁ ᾿Ελεάτης᾿ (λέγει δὲ (καὶ) Ξενοφάνην) ᾿ἐπ᾿ ἀμφοτέρας ἦλθε τὰς ὁδούς. καὶ γὰρ ὡς ἀίδιόν ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένεσιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων, οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατ᾿ ἀλήθειαν μὲν ἓν τὸ πᾶν καὶ ἀγένητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδοῦναι τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχάς, πῦρ καὶ γῆν, τὸ μὲν ὡς ὕλην τὸ δὲ ὡς αἴτιον καὶ ποιοῦν.᾿