Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
3 DK A 2
Epimenidés (zachoval Suda ve spisu Lexicon Suda)





[Přepnout na jednoduché zobrazení]


᾿Επιμενίδης, Φαίστου ἢ Δωσιάδου ἢ ᾿Αγησάρχου υἱὸς καὶ μητρὸς Βλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ ἐποποιός. (οὗ λόγος ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελε καιρὸν καὶ πάλιν εἰσήιει ἐν τῶι σώματι· τελευτήσαντος δὲ αὐτοῦ πόρρω χρόνων τὸ δέρμα εὑρῆσθαι γράμμασι κατάστικτον.) γέγονε δὲ ἐπὶ τῆς λ ὀλυμπιάδος (660/657 BC), ὡς προτερεύειν καὶ τῶν ζ κληθέντων σοφῶν ἢ καὶ ἐπ᾿ αὐτῶν γενέσθαι. ἐκάθηρε γοῦν τὰς ᾿Αθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μδ ὀλυμπιάδα (604/601 BC) γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς καὶ καταλογάδην μυστήριά τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη.
πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν (= DL I,64).
οὗτος ἔζησεν ρν ἔτη, τὰ δὲ ϛ ἐκαθεύδησεν.
καὶ παροιμία ‘τὸ ᾿Επιμενίδειον δέρμα’ ἐπὶ τῶν ἀποθέτων.