Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
23 DK B 0 /frag
Epicharmos (zachoval ? edice ve spisu ?)

Součástí tohoto zlomku jsou také: 23 DK B 1 /prae



[Přepnout na jednoduché zobrazení]


τεῖδ᾿ ἔνεστι πολλὰ καὶ παντοῖα, τοῖς χρήσαιό κα
ποτὶ φίλον, ποτ᾿ ἐχθρόν, ἐν δίκαι λέγων, ἐν ἁλίαι,
ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον,
ποτὶ δύσηριν, ποτὶ πάροινον, ποτὶ βάναυσον, εἴτε τις
ἄλλ᾿ ἔχει κακόν τι. καὶ τούτοισι κέντρα τεῖδ᾿ ἔνο,
ἐν δὲ καὶ γνῶμαι σοφαὶ τεῖδ(ε), αἷσιν εἰ πείθοιτό τις,
δεξιώτερός τέ κ᾿ εἴη βελτίων τ᾿ ἐς πάντ᾿ ἀνήρ.
κοὔ τι πολλὰ δεῖ λέγειν, ἀλλ᾿ ἓμ μόνον, τοῦτ᾿ ὦν ἔπος ποττὸ πρᾶγμα ποτιφέροντα τῶνδ᾿ ἀεὶ τὸ συμφέρον.
αἰτίαν γὰρ ἦχον, ὡς ἄλλως μὲν εἴην δεξιός, μακρολόγος δ᾿ οὔ κα δυναίμαν ἐμ βραχεῖ γνώμας λέγειν.
ταῦτα δὴ ᾿γὼν εἰσακούσας συντίθημι τὰν τέχναν τάνδ᾿ ὅπως εἴπηι τι[ς]· ᾿Επίχαρμος σοφός τις ἐγένετο, [πόλλ᾿ ὃς εἶ]π᾿ ἀστεῖα καὶ παντοῖα καθ᾿ ἓν [ἔπος] λέγων, [πεῖραν] αὐταυτοῦ διδούς, ὡς καὶ β[ραχέα λέγειν ἔχει] ...