Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
1 DK B 12 /2
Orfika (zachoval Damaskios ve spisu De principiis, 123 = 60 K. (316, 18 Ruelle))

Součástí tohoto zlomku jsou také: 1 DK B 12 /1 , 1 DK B 12 /3



[Přepnout na bilingvní zobrazení]


ἐν μὲν τοίνυν ταῖς φερομέναις ταύταις ῾Ραψωιδίαις ᾿Ορφικαῖς ἡ θεολογία ἥδε τίς ἐστιν ἡ περὶ τὸ νοητόν, ἣν καὶ οἱ φιλόσοφοι διερμηνεύουσιν, ἀντὶ μὲν τῆς μιᾶς τῶν ὅλων ἀρχῆς τὸν Χρόνον τιθέντες, ἀντὶ δὲ τοῖν δυεῖν Αἰθέρα καὶ Χάος, ἀντὶ δὲ τοῦ ὄντος ἁπλῶς τὸ ὠιὸν ἀπολογιζόμενοι, καὶ τριάδα ταύτην πρώτην ποιοῦντες· εἰς δὲ τὴν δευτέραν τελεῖν ἤτοι τὸ κυούμενον καὶ τὸ κύον ὠιὸν τὸν θεὸν ἢ τὸν ἀργῆτα χιτῶνα ἢ τὴν νεφέλην, ὅτι ἐκ τούτων ἐκθρώσκει ὁ Φάνης· ἄλλοτε γὰρ ἄλλα περὶ τοῦ μέσου φιλοσοφοῦσιν ... τὴν δὲ τρίτην τὸν Μῆτιν ὡς νοῦν, τὸν ᾿Ηρικεπαῖον ὡς δύναμιν, τὸν Φάνητα αὐτὸν ὡς πατέρα ... τοιαύτη μὲν ἡ συνήθης ᾿Ορφικὴ θεολογία.