72 DK A 9
Anaxarchos (zachoval Athénaios ve spisu Deipnosophistae, XII; p. 548b (XII, 70 Kaibel))[Přepnout na bilingvní zobrazení]
περὶ δ᾿ ᾿Αναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτωι Βίων (fr. 14; FHG II, 308) οὕτω γράφει·
᾿τῶι Εὐδαιμονικῶι καλουμένωι ᾿Αναξάρχωι διὰ τὴν τῶν χορηγησάντων ἄνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ὠινοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥραι τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῆι χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῶι στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἵδρως ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι.᾿