Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 135
Démokritos (zachoval Theofrastos ve spisu De sensu et sensibilibus, 49-83)





[Přepnout na bilingvní zobrazení]


(49) Δημόκριτος δὲ περὶ μὲν αἰσθήσεως οὐ διορίζει, πότερα τοῖς ἐναντίοις ἢ τοῖς ὁμοίοις ἐστίν. εἰ μὲν γὰρ [τῶι] ἀλλοιοῦσθαι ποιεῖ τὸ αἰσθάνεσθαι, δόξειεν ἂν τοῖς διαφόροις· οὐ γὰρ ἀλλοιοῦται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου· πάλιν δ᾿ [εἰ] τὸ μὲν αἰσθάνεσθαι καὶ ἁπλῶς ἀλλοιοῦσθαι [τῶι] πάσχειν, ἀδύνατον δέ, φησί, τὰ μὴ ταὐτὰ πάσχειν, ἀλλὰ κἂν ἕτερα ὄντα ποιῆι οὐχ [ἧι] ἕτερα ἀλλ᾿ ἧι ταὐτόν τι ὑπάρχει, τοῖς ὁμοίοις. διὸ περὶ μὲν τούτων ἀμφοτέρως ἔστιν ὑπολαβεῖν. περὶ ἑκάστης δ᾿ ἤδη τούτων ἐν μέρει πειρᾶται λέγειν.
(50) ὁρᾶν μὲν οὖν ποιεῖ τῆι ἐμφάσει· ταύτην δὲ ἰδίως λέγει· τὴν γὰρ ἔμφασιν οὐκ εὐθὺς ἐν τῆι κόρηι γίνεσθαι, ἀλλὰ τὸν ἀέρα τὸν μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου τυποῦσθαι συστελλόμενον ὑπὸ τοῦ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ἅπαντος γὰρ ἀεὶ γίνεσθαί τινα ἀπορροήν· ἔπειτα τοῦτον στερεὸν ὄντα καὶ ἀλλόχρων ἐμφαίνεσθαι τοῖς ὄμμασιν ὑγροῖς· καὶ τὸ μὲν πυκνὸν οὐ δέχεσθαι τὸ δ᾿ ὑγρὸν διἱέναι. διὸ καὶ τοὺς ὑγροὺς τῶν σκληρῶν ὀφθαλμῶν ἀμείνους εἶναι πρὸς τὸ ὁρᾶν, εἰ ὁ μὲν ἔξω χιτὼν ὡς λεπτότατος καὶ πυκνότατος εἴη, τὰ δ᾿ ἐντὸς ὡς μάλιστα σομφὰ καὶ κενὰ πυκνῆς καὶ ἰσχυρᾶς σαρκός, ἔτι δὲ ἰκμάδος παχείας τε καὶ λιπαρᾶς [μεστά], καὶ αἱ φλέβες [αἱ] κατὰ τοὺς ὀφθαλμοὺς εὐθεῖαι καὶ ἄνικμοι, ὡς ὁμοσχημονεῖν τοῖς ἀποτυπουμένοις· τὰ γὰρ ὁμόφυλα μάλιστα ἕκαστον γνωρίζειν. (51) πρῶτον μὲν οὖν ἄτοπος ἡ ἀποτύπωσις ἡ ἐν τῶι ἀέρι. δεῖ γὰρ ἔχειν πυκνότητα καὶ μὴ θρύπτεσθαι τὸ τυπούμενον, ὥσπερ καὶ αὐτὸς λέγει παραβάλλων τοιαύτην εἶναι τὴν ἐντύπωσιν οἷον εἰ ἐκμάξειας εἰς κηρόν. ἔπειτα μᾶλλον ἐν ὕδατι τυποῦσθαι δυνατὸν ὅσωι πυκνότερον· ἧττον δὲ ὁρᾶται, καίτοι προσῆκε μᾶλλον. ὅλως δὲ ἀπορροὴν ποιοῦντα τῆς μορφῆς ὥσπερ ἐν τοῖς περὶ τῶν εἰδῶν τί δεῖ τὴν ἀποτύπωσιν ποιεῖν; αὐτὰ γὰρ ἐμφαίνεται τὰ εἴδωλα. (52) εἰ δὲ δὴ τοῦτο συμβαίνει καὶ ὁ ἀὴρ ἀπομάττεται καθάπερ κηρὸς ὠθούμενος καὶ πυκνούμενος, πῶς καὶ ποία τις ἡ ἔμφασις γίνεται; δῆλον γὰρ ὡς ἐπὶ προσώπου [ὁ] τύπος ἔσται τῶι ὁρωμένωι καθάπερ ἐν τοῖς ἄλλοις. τοιούτου δ᾿ ὄντος ἀδύνατον ἐξ ἐναντίας ἔμφασιν γίνεσθαι μὴ στραφέντος τοῦ τύπου. τοῦτο δ᾿ ὑπὸ τίνος ἔσται καὶ πῶς δεικτέον· οὐχ οἷόν τε γὰρ ἄλλως γίνεσθαι τὸ ὁρᾶν. ἔπειτα ὅταν ὁρᾶται πλείονα κατὰ τὸν αὐτὸν τόπον, πῶς ἐν τῶι αὐτῶι ἀέρι πλείους ἔσονται τύποι; καὶ πάλιν πῶς ἀλλήλους ὁρᾶν ἐνδέχεται; τοὺς γὰρ τύπους ἀνάγκη συμβάλλειν ἑαυτοῖς, ἑκάτερον ἀντιπρόσωπον ὄντα ἀφ᾿ ὧν ἐστιν. ὥστε τοῦτο ζήτησιν ἔχει. (53) καὶ πρὸς τούτωι διὰ τί ποτε ἕκαστος αὐτὸς αὑτὸν οὐχ ὁρᾶι; καθάπερ γὰρ τοῖς τῶν πέλας ὄμμασιν οἱ τύποι καὶ τοῖς ἑαυτῶν ἐμφαίνοιντ᾿ ἄν, ἄλλως τε καὶ εἰ εὐθὺς ἀντιπρόσωποι κεῖνται καὶ ταὐτὸ συμβαίνει πάθος ὥσπερ ἐπὶ τῆς ἠχοῦς. ἀνακλᾶσθαι γάρ φησι καὶ πρὸς αὐτὸν τὸν φθεγξάμενον τὴν φωνήν. ὅλως δὲ ἄτοπος ἡ τοῦ ἀέρος τύπωσις. ἀνάγκη γὰρ ἐξ ὧν λέγει πάντα ἐναποτυποῦσθαι τὰ σώματα καὶ πολλὰ ἐναλλάττειν, ὃ καὶ πρὸς τὴν ὄψιν ἐμπόδιον ἂν εἴη καὶ ἄλλως οὐκ εὔλογον. ἔτι δὲ εἴπερ ἡ τύπωσις διαμένει, καὶ μὴ φανερῶν (ὄντων) μηδὲ πλησίον ὄντων τῶν σωμάτων ἐχρῆν ὁρᾶν εἰ καὶ μὴ νύκτωρ, ἀλλὰ μεθ᾿ ἡμέραν. καίτοι τούς γε τύπους οὐχ ἧττον εἰκὸς διαμένειν νυκτός, ὅσωι ἐμψυχότερος ὁ ἀήρ·
(54) ἀλλ᾿ ἴσως τὴν ἔμφασιν ὁ ἥλιος ποιεῖ (καὶ) τὸ φῶς ὥσπερ [ἀκτῖνα] ἐπιφέρων ἐπὶ τὴν ὄψιν, καθάπερ ἔοικε βούλεσθαι λέγειν. ἐπεὶ τό γε τὸν ἥλιον ἀπωθοῦντα ἀφ᾿ ἑαυτοῦ καὶ ἀποπληττόμενον πυκνοῦν τὸν ἀέρα, καθάπερ φησίν, ἄτοπον· διακρίνειν γὰρ πέφυκε μᾶλλον. ἄτοπον δὲ καὶ τὸ μὴ μόνον τοῖς ὄμμασιν, ἀλλὰ καὶ τῶι ἄλλωι σώματι μεταδιδόναι τῆς αἰσθήσεως. φησὶ γὰρ διὰ τοῦτο κενότητα καὶ ὑγρότητα ἔχειν δεῖν τὸν ὀφθαλμόν, ἵν᾿ ἐπὶ πλέον δέχηται καὶ τῶι ἄλλωι σώματι παραδιδῶι. ἄλογον δὲ καὶ τὸ μάλιστα μὲν ὁρᾶν φάναι τὰ ὁμόφυλα, τὴν δὲ ἔμφασιν ποιεῖν τοῖς ἀλλόχρωσιν ὡς οὐκ ἐμφαινομένων τῶν ὁμοίων. τὰ δὲ μεγέθη καὶ τὰ διαστήματα πῶς ἐμφαίνεται, καίπερ ἐπιχειρήσας λέγειν οὐκ ἀποδίδωσιν.
(55) περὶ μὲν οὖν ὄψεως ἰδίως ἔνια βουλόμενος λέγειν πλείω παραδίδωσι ζήτησιν.
τὴν δ᾿ ἀκοὴν παραπλησίως ποιεῖ τοῖς ἄλλοις. εἰς γὰρ τὸ κενὸν ἐμπίπτοντα τὸν ἀέρα κίνησιν ἐμποιεῖν, πλὴν ὅτι κατὰ πᾶν μὲν ὁμοίως τὸ σῶμα εἰσιέναι, μάλιστα δὲ καὶ πλεῖστον διὰ τῶν ὤτων, ὅτι διὰ πλείστου τε κενοῦ διέρχεται καὶ ἥκιστα διαμίμνει. διὸ καὶ κατὰ μὲν τὸ ἄλλο σῶμα οὐκ αἰσθάνεσθαι, ταύτηι δὲ μόνον. ὅταν δὲ ἐντὸς γένηται, σκίδνασθαι διὰ τὸ τάχος· τὴν γὰρ φωνὴν εἶναι πυκνουμένου τοῦ ἀέρος καὶ μετὰ βίας εἰσιόντος. ὥσπερ οὖν ἐκτὸς ποιεῖ τῆι ἁφῆι τὴν αἴσθησιν, οὕτω καὶ ἐντός. (56) ὀξύτατον δ᾿ ἀκούειν, εἰ ὁ μὲν ἔξω χιτὼν εἴη πυκνός, τὰ δὲ φλεβία κενὰ καὶ ὡς μάλιστα ἄνικμα καὶ εὔτρητα κατά τε τὸ ἄλλο σῶμα καὶ τὴν κεφαλὴν καὶ τὰς ἀκοάς, ἔτι δὲ τὰ ὀστᾶ πυκνὰ καὶ ὁ ἐγκέφαλος εὔκρατος καὶ τὸ περὶ αὐτὸν ὡς ξηρότατον· ἀθρόον γὰρ ἂν οὕτως εἰσιέναι τὴν φωνὴν ἅτε διὰ πολλοῦ κενοῦ καὶ ἀνίκμου καὶ εὐτρήτου εἰσιοῦσαν, καὶ ταχὺ σκίδνασθαι καὶ ὁμαλῶς κατὰ τὸ σῶμα καὶ οὐ διεκπίπτειν ἔξω. (57) τὸ μὲν οὖν ἀσαφῶς ἀφορίζειν ὁμοίως ἔχει τοῖς ἄλλοις. ἄτοπον δὲ καὶ ἴδιον [τὸ] κατὰ πᾶν τὸ σῶμα τὸν ψόφον εἰσιέναι, καὶ ὅταν εἰσέλθηι διὰ τῆς ἀκοῆς διαχεῖσθαι κατὰ πᾶν, ὥσπερ οὐ ταῖς ἀκοαῖς, ἀλλ᾿ ὅλωι τῶι σώματι τὴν αἴσθησιν οὖσαν. οὐ γὰρ κἂν συμπάσχηι τι τῆι ἀκοῆι, διὰ τοῦτο καὶ αἰσθάνεται. πάσαις γὰρ τοῦτό γε ὁμοίως ποιεῖ, καὶ οὐ μόνον ταῖς αἰσθήσεσιν, ἀλλὰ καὶ τῆι ψυχῆι. καὶ περὶ μὲν ὄψεως καὶ ἀκοῆς οὕτως ἀποδίδωσι, τὰς δὲ ἄλλας αἰσθήσεις σχεδὸν ὁμοίως ποιεῖ τοῖς πλείστοις.
(58) περὶ δὲ τοῦ φρονεῖν ἐπὶ τοσοῦτον εἴρηκεν ὅτι γίνεται συμμέτρως ἐχούσης τῆς ψυχῆς κατὰ τὴν κρῆσιν· ἐὰν δὲ περίθερμός τις ἢ περίψυχρος γένηται, μεταλλάττειν φησί. δι᾿ ὅ τι καὶ τοὺς παλαιοὺς καλῶς τοῦθ᾿ ὑπολαβεῖν ὅτι ἐστὶν ἀλλοφρονεῖν. ὥστε φανερόν, ὅτι τῆι κράσει τοῦ σώματος ποιεῖ τὸ φρονεῖν, ὅπερ ἴσως αὐτῶι καὶ κατὰ λόγον ἐστὶ σῶμα ποιοῦντι τὴν ψυχήν. αἱ μὲν οὖν περὶ αἰσθήσεως καὶ τοῦ φρονεῖν δόξαι σχεδὸν αὖται καὶ τοσαῦται τυγχάνουσιν οὖσαι παρὰ τῶν πρότερον.
(59) περὶ δὲ τῶν αἰσθητῶν, τίς ἡ φύσις καὶ ποῖον ἕκαστόν ἐστιν, οἱ μὲν ἄλλοι παραλείπουσιν. τῶν μὲν γὰρ ὑπὸ τὴν ἁφὴν περὶ βαρέος καὶ κούφου καὶ θερμοῦ καὶ ψυχροῦ λέγουσιν, οἷον ὅτι τὸ μὲν μανὸν καὶ λεπτὸν θερμόν, τὸ δὲ πυκνὸν καὶ παχὺ ψυχρόν, ὥσπερ ᾿Αναξαγόρας διαιρεῖ τὸν ἀέρα καὶ τὸν αἰθέρα. σχεδὸν δὲ καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον τοῖς αὐτοῖς καὶ ἔτι ταῖς ἄνω καὶ κάτω φοραῖς, καὶ πρὸς τούτοις περί τε φωνῆς ὅτι κίνησις τοῦ ἀέρος, καὶ περὶ ὀσμῆς ὅτι ἀπορροή τις. ᾿Εμπεδοκλῆς δὲ καὶ περὶ τῶν χρωμάτων, καὶ ὅτι τὸ μὲν λευκὸν τοῦ πυρὸς τὸ δὲ μέλαν τοῦ ὕδατος (31 A 69a. B 94). οἱ δ᾿ ἄλλοι τοσοῦτον μόνον, ὅτι τό τε λευκὸν καὶ τὸ μέλαν ἀρχαί, τὰ δ᾿ ἄλλα μειγνυμένων γίνεται τούτων. καὶ γὰρ ᾿Αναξαγόρας ἁπλῶς εἴρηκε περὶ αὐτῶν. (60) Δημόκριτος δὲ καὶ Πλάτων ἐπὶ πλεῖστόν εἰσιν ἡμμένοι, καθ᾿ ἕκαστον γὰρ ἀφορίζουσι· πλὴν ὁ μὲν οὐκ ἀποστερῶν τῶν αἰσθητῶν τὴν φύσιν, Δημόκριτος δὲ πάντα πάθη τῆς αἰσθήσεως ποιῶν. ποτέρως μὲν οὖν ἔχει τἀληθὲς οὐκ ἂν εἴη λόγος. ἐφ᾿ ὅσον δὲ ἑκάτερος ἧπται καὶ πῶς ἀφώρικε πειραθῶμεν ἀποδοῦναι, πρότερον εἰπόντες τὴν ὅλην ἔφοδον ἑκατέρου. Δημόκριτος μὲν οὖν οὐχ ὁμοίως λέγει περὶ πάντων, ἀλλὰ τὰ μὲν τοῖς μεγέθεσι, τὰ δὲ τοῖς σχήμασιν, ἔνια δὲ τάξει καὶ θέσει διορίζει. Πλάτων δὲ σχεδὸν ἅπαντα πρὸς τὰ πάθη καὶ τὴν αἴσθησιν ἀποδίδωσιν. ὥστε δόξειεν ἂν ἑκάτερος ἐναντίως τῆι ὑποθέσει λέγειν. (61) ὁ μὲν γὰρ πάθη ποιῶν τῆς αἰσθήσεως καθ᾿ αὑτὰ διορίζει τὴν φύσιν· ὁ δὲ καθ᾿ αὑτὰ ποιῶν ταῖς οὐσίαις πρὸς τὰ πάθη τῆς αἰσθήσεως ἀποδίδωσι.
βαρὺ μὲν οὖν καὶ κοῦφον τῶι μεγέθει διαιρεῖ Δημόκριτος· εἰ γὰρ διακριθείη καθ᾿ ἓν ἕκαστον, εἰ καὶ κατὰ σχῆμα διαφέροι, σταθμὸν ἂν ἐπὶ μεγέθει τὴν φύσιν ἔχειν (?). οὐ μὴν ἀλλ᾿ ἔν γε τοῖς μεικτοῖς κουφότερον μὲν εἶναι τὸ πλέον ἔχον κενόν, βαρύτερον δὲ τὸ ἔλαττον. ἐν ἐνίοις μὲν οὕτως εἴρηκεν. (62) ἐν ἄλλοις δὲ κοῦφον εἶναί φησιν ἁπλῶς τὸ λεπτόν. παραπλησίως δὲ καὶ περὶ σκληροῦ καὶ μαλακοῦ. σκληρὸν μὲν γὰρ εἶναι τὸ πυκνόν, μαλακὸν δὲ τὸ μανόν, καὶ τὸ μᾶλλον δὲ καὶ ἧττον καὶ μάλιστα κατὰ λόγον. διαφέρειν δέ τι τὴν θέσιν καὶ τὴν ἐναπόληψιν τῶν κενῶν τοῦ σκληροῦ καὶ μαλακοῦ καὶ βαρέος καὶ κούφου. διὸ σκληρότερον μὲν εἶναι σίδηρον, βαρύτερον δὲ μόλυβδον· τὸν μὲν γὰρ σίδηρον ἀνωμάλως συγκεῖσθαι καὶ τὸ κενὸν ἔχειν πολλαχῆι καὶ κατὰ μεγάλα, πεπυκνῶσθαι δὲ κατὰ ἔνια, ἁπλῶς δὲ πλέον ἔχειν κενόν. τὸν δὲ μόλυβδον ἔλαττον ἔχοντα κενὸν ὁμαλῶς συγκεῖσθαι κατὰ πᾶν ὁμοίως· διὸ βαρύτερον μέν, μαλακώτερον δ᾿ εἶναι τοῦ σιδήρου.
(63) περὶ μὲν [οὖν] βαρέος καὶ κούφου καὶ σκληροῦ καὶ μαλακοῦ ἐν τούτοις ἀφορίζει. τῶν δὲ ἄλλων αἰσθητῶν οὐδενὸς εἶναι φύσιν, ἀλλὰ πάντα πάθη τῆς αἰσθήσεως ἀλλοιουμένης, ἐξ ἧς γίνεσθαι τὴν φαντασίαν. οὐδὲ γὰρ τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ φύσιν ὑπάρχειν, ἀλλὰ τὸ σχῆμα μεταπῖπτον ἐργάζεσθαι καὶ τὴν ἡμετέραν ἀλλοίωσιν· ὅ τι γὰρ ἂν ἄθρουν ἦι, τοῦτ᾿ ἐνισχύειν ἑκάστωι, τὸ δ᾿ εἰς μακρὰ διανενεμημένον ἀναίσθητον εἶναι. σημεῖον δ᾿ ὡς οὐκ εἰσὶ φύσει τὸ μὴ ταὐτὰ πᾶσι φαίνεσθαι τοῖς ζώιοις, ἀλλ᾿ ὃ ἡμῖν γλυκύ, τοῦτ᾿ ἄλλοις πικρὸν καὶ ἑτέροις ὀξὺ καὶ ἄλλοις δριμὺ τοῖς δὲ στρυφνόν, καὶ τὰ ἄλλα δ᾿ ὡσαύτως.
(64) ἔτι δ᾿ αὐτοὺς μεταβάλλειν τῆι κρήσει κατὰ τὰ πάθη καὶ τὰς ἡλικίας· ἧι καὶ φανερὸν ὡς ἡ διάθεσις αἰτία τῆς φαντασίας. ἁπλῶς μὲν οὖν περὶ τῶν αἰσθητῶν οὕτω δεῖν ὑπολαμβάνειν. οὐ μὴν ἀλλ᾿ ὥσπερ καὶ τὰ ἄλλα καὶ ταῦτα ἀνατίθησι τοῖς σχήμασι· πλὴν οὐχ ἁπάντων ἀποδίδωσι τὰς μορφάς, ἀλλὰ μᾶλλον τῶν χυλῶν καὶ τῶν χρωμάτων, καὶ τούτων ἀκριβέστερον διορίζει τὰ περὶ τοὺς χυλοὺς ἀναφέρων τὴν φαντασίαν πρὸς ἄνθρωπον.
(65) τὸν μὲν οὖν ὀξὺν εἶναι τῶι σχήματι γωνοειδῆ τε καὶ πολυκαμπῆ καὶ μικρὸν καὶ λεπτόν. διὰ γὰρ τὴν δριμύτητα ταχὺ καὶ πάντηι διαδύεσθαι, τραχὺν δ᾿ ὄντα καὶ γωνοειδῆ συνάγειν καὶ συσπᾶν· διὸ καὶ θερμαίνειν τὸ σῶμα κενότητας ἐμποιοῦντα· μάλιστα γὰρ θερμαίνεσθαι τὸ πλεῖστον ἔχον κενόν. τὸν δὲ γλυκὺν ἐκ περιφερῶν συγκεῖσθαι σχημάτων οὐκ ἄγαν μικρῶν· διὸ καὶ διαχεῖν ὅλως τὸ σῶμα καὶ οὐ βιαίως καὶ οὐ ταχὺ πάντα περαίνειν· τοὺς [δ᾿] ἄλλους ταράττειν, ὅτι διαδύνων πλανᾶι τὰ ἄλλα καὶ ὑγραίνει· ὑγραινόμενα δὲ καὶ ἐκ τῆς τάξεως κινούμενα συρρεῖν εἰς τὴν κοιλίαν· ταύτην γὰρ εὐπορώτατον εἶναι διὰ τὸ ταύτηι πλεῖστον εἶναι κενόν. (66) τὸν δὲ στρυφνὸν ἐκ μεγάλων σχημάτων καὶ πολυγωνίων καὶ περιφερὲς ἥκιστ᾿ ἐχόντων· ταῦτα γὰρ ὅταν εἰς τὰ σώματα ἔλθηι, ἐπιτυφλοῦν ἐμπλάττοντα τὰ φλεβία καὶ κωλύειν συρρεῖν· διὸ καὶ τὰς κοιλίας ἱστάναι. τὸν δὲ πικρὸν ἐκ μικρῶν καὶ λείων καὶ περιφερῶν τὴν περιφέρειαν εἰληχότα καὶ καμπὰς ἔχουσαν· διὸ καὶ γλισχρὸν καὶ κολλώδη. ἁλμυρὸν δὲ τὸν ἐκ μεγάλων καὶ οὐ περιφερῶν, ἀλλ᾿ ἐπ᾿ ἐνίων μὲν σκαληνῶν, [ἐπὶ δὲ πλείστων οὐ σκαληνῶν], διὸ οὐδὲ πολυκαμπῶν (βούλεται δὲ σκαληνὰ λέγειν ἅπερ περιπάλαξιν ἔχει πρὸς ἄλληλα καὶ συμπλοκήν)· μεγάλων μέν, ὅτι ἡ ἁλμυρὶς ἐπιπολάζει· μικρὰ γὰρ ὄντα καὶ τυπτόμενα τοῖς περιέχουσι μείγνυσθαι ἂν τῶι παντί· οὐ περιφερῶν δ᾿ ὅτι τὸ μὲν ἁλμυρὸν τραχὺ τὸ δὲ περιφερὲς λεῖον· οὐ σκαληνῶν δὲ διὰ τὸ μὴ περιπαλάττεσθαι, διὸ ψαφαρὸν εἶναι.
(67) τὸν δὲ δριμὺν μικρὸν καὶ περιφερῆ καὶ γωνιοειδῆ, σκαληνὸν δὲ οὐκ ἔχειν. τὸν μὲν γὰρ δριμὺν πολυγώνιον ποιεῖν τῆι τραχύτητι θερμαίνειν καὶ διαχεῖν διὰ τὸ μικρὸν εἶναι καὶ περιφερῆ καὶ γωνιοειδῆ· καὶ γὰρ τὸ γωνιοειδὲς εἶναι τοιοῦτον. ὡσαύτως δὲ καὶ τὰς ἄλλας ἑκάστου δυνάμεις ἀποδίδωσιν ἀνάγων εἰς τὰ σχήματα. ἁπάντων δὲ τῶν σχημάτων οὐδὲν ἀκέραιον εἶναι καὶ ἀμιγὲς τοῖς ἄλλοις, ἀλλ᾿ ἐν ἑκάστωι πολλὰ εἶναι καὶ τὸν αὐτὸν ἔχειν λείου καὶ τραχέος καὶ περιφεροῦς καὶ ὀξέος καὶ τῶν λοιπῶν. οὗ δ᾿ ἂν ἐνῆι πλεῖστον, τοῦτο μάλιστα ἐνισχύειν πρός τε τὴν αἴσθησιν καὶ τὴν δύναμιν, ἔτι δὲ εἰς ὁποίαν ἕξιν ἂν εἰσέλθηι· διαφέρειν γὰρ οὐκ ὀλίγον καὶ τοῦτο διὰ τὸ αὐτὸ τἀναντία, καὶ τἀναντία τὸ αὐτὸ πάθος ποιεῖν ἐνίοτε. (68) καὶ περὶ μὲν τῶν χυλῶν οὕτως ἀφώρικεν.
ἄτοπον δ᾿ ἂν φανείη πρῶτον μὲν τὸ μὴ πάντων ὁμοίως ἀποδοῦναι τὰς αἰτίας, ἀλλὰ βαρὺ μὲν καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ μεγέθει καὶ σμικρότητι καὶ τῶι μανῶι καὶ πυκνῶι, θερμὸν δὲ καὶ ψυχρὸν καὶ τὰ ἄλλα [διορίσαι] τοῖς σχήμασιν. ἔπειτα βαρέος μὲν καὶ κούφου καὶ σκληροῦ καὶ μαλακοῦ καθ᾿ αὑτὰ ποιεῖν φύσεις (μέγεθος μὲν γὰρ καὶ σμικρότης καὶ τὸ πυκνὸν καὶ τὸ μανὸν οὐ πρὸς ἕτερόν ἐστι), θερμὸν δὲ καὶ ψυχρὸν καὶ τὰ ἄλλα πρὸς τὴν αἴσθησιν, καὶ ταῦτα πολλάκις λέγοντα διότι τοῦ θερμοῦ τὸ σχῆμα σφαιροειδές. (69) ὅλως δὲ μέγιστον ἐναντίωμα καὶ κοινὸν ἐπὶ πάντων, ἅμα μὲν πάθη ποιεῖν τῆς αἰσθήσεως, ἅμα δὲ τοῖς σχήμασι διορίζειν· καὶ τὸ αὐτὸ φαίνεσθαι τοῖς μὲν πικρὸν τοῖς δὲ γλυκὺ τοῖς δ᾿ ἄλλως· οὔτε γὰρ οἷόν [τε] τὸ σχῆμα πάθος εἶναι οὔτε ταὐτὸν τοῖς μὲν σφαιροειδὲς τοῖς δ᾿ ἄλλως (ἀνάγκη δ᾿ (εἴπερ) ἴσως, εἴπερ τοῖς μὲν γλυκὺ τοῖς δὲ πικρόν) οὐδὲ κατὰ τὰς ἡμετέρας ἕξεις μεταβάλλειν τὰς μορφάς. ἁπλῶς δὲ τὸ μὲν σχῆμα καθ᾿ αὑτό ἐστι, τὸ δὲ γλυκὺ καὶ ὅλως τὸ αἰσθητὸν πρὸς ἄλλο καὶ ἐν ἄλλοις, ὥς φησιν. ἄτοπον δὲ καὶ τὸ πᾶσιν ἀξιοῦν ταὐτὸ φαίνεσθαι τῶν αὐτῶν αἰσθανομένοις καὶ τούτων τὴν ἀλήθειαν ἐλέγχειν, καὶ ταῦτα εἰρηκότα πρότερον τὸ τοῖς ἀνομοίως διακειμένοις ἀνόμοια φαίνεσθαι καὶ πάλιν τὸ μηθὲν μᾶλλον ἕτερον ἑτέρου τυγχάνειν τῆς ἀληθείας. (70) εἰκὸς γὰρ τὸ βέλτιον τοῦ χείρονος καὶ τὸ ὑγιαῖνον τοῦ κάμνοντος· κατὰ φύσιν γὰρ μᾶλλον. ἔτι δὲ εἴπερ μή ἐστι φύσις τῶν αἰσθητῶν διὰ τὸ μὴ ταὐτὰ πᾶσι φαίνεσθαι, δῆλον ὡς οὐδὲ τῶν ζώιων οὐδὲ τῶν ἄλλων σωμάτων· οὐδὲ γὰρ περὶ τούτων ὁμοδοξοῦσι. καίτοι εἰ μὴ καὶ διὰ τῶν αὐτῶν γίνεται πᾶσι τὸ γλυκὺ καὶ τὸ πικρόν, ἀλλ᾿ ἥ γε φύσις τοῦ πικροῦ καὶ τοῦ γλυκέος ἡ αὐτὴ φαίνεται πᾶσιν. ὅπερ καὶ αὐτὸς ἂν δόξειεν ἐπιμαρτυρεῖν. πῶς γὰρ ἂν τὸ ἡμῖν πικρὸν ἄλλοις ἦν γλυκὺ καὶ στρυφνόν, εἰ μή τις ἦν ὡρισμένη φύσις αὐτῶν; (71) ἔτι δὲ ποιεῖ σαφέστερον ἐν οἷς φησι γίνεσθαι μὲν ἕκαστον καὶ εἶναι κατ᾿ ἀλήθειαν, ἰδίως δὲ ἐπὶ πικροῦ μοῖραν ἔχειν συνέσεως. ὥστε διά τε τούτων ἐναντίον ἂν φανείη τὸ μὴ ποιεῖν φύσιν τινὰ τῶν αἰσθητῶν, καὶ πρὸς τούτοις ὅπερ ἐλέχθη καὶ πρότερον, ὅταν σχῆμα μὲν ἀποδιδῶι τῆς [πικρᾶς] οὐσίας ὥσπερ καὶ τῶν ἄλλων, μὴ εἶναι δὲ λέγηι φύσιν· ἢ γὰρ οὐδενὸς ὅλως ἢ καὶ τούτων ἔσται, τῆς αὐτῆς γε ὑπαρχούσης αἰτίας. ἔτι δὲ τὸ θερμόν τε καὶ ψυχρόν, ἅπερ ἀρχὰς τιθέασιν, εἰκὸς ἔχειν τινὰ φύσιν, εἰ δὲ ταῦτα, καὶ τὰ ἄλλα. νῦν δὲ σκληροῦ μὲν καὶ μαλακοῦ καὶ βαρέος καὶ κούφου ποιεῖ τιν᾿ οὐσίαν. ἅπερ οὐχ ἧττον ἔδοξε λέγεσθαι πρὸς ἡμᾶς, θερμοῦ δὲ καὶ ψυχροῦ καὶ τῶν ἄλλων οὐδενός. καίτοι τό γε βαρὺ καὶ κοῦφον ὅταν διορίζηι τοῖς μεγέθεσιν, ἀνάγκη τὰ ἁπλᾶ πάντα τὴν αὐτὴν ἔχειν ὁρμὴν τῆς φορᾶς, ὥστε μιᾶς τινος ἂν ὕλης εἴη καὶ τῆς αὐτῆς φύσεως. (72) ἀλλὰ περὶ μὲν τούτων ἔοικε συνηκολουθηκέναι τοῖς ποιοῦσιν ὅλως τὸ φρονεῖν κατὰ τὴν ἀλλοίωσιν, ἥπερ ἐστὶν ἀρχαιοτάτη δόξα. πάντες γὰρ οἱ παλαιοὶ καὶ (οἱ) ποιηταὶ καὶ σοφοὶ κατὰ τὴν διάθεσιν ἀποδιδόασι τὸ φρονεῖν. τῶν δὲ χυλῶν ἑκάστωι τὸ σχῆμα ἀποδίδωσι πρὸς τὴν δύναμιν ἀφομοιῶν τὴν ἐν τοῖς πάθεσιν· ὅπερ οὐ μόνον ἐξ ἐκείνων, ἀλλὰ καὶ ἐκ τῶν αἰσθητηρίων ἔδει συμβαίνειν ἄλλως τε καὶ εἰ πάθη τούτων ἐστίν. οὐ γὰρ πᾶν τὸ σφαιροειδὲς οὐδὲ τὰ ἄλλα σχήματα τὴν αὐτὴν ἔχει δύναμιν, ὥστε καὶ κατὰ τὸ ὑποκείμενον ἔδει διορίζειν, πότερον ἐξ ὁμοίων ἢ ἐξ ἀνομοίων ἐστί, καὶ πῶς ἡ τῶν αἰσθήσεων ἀλλοίωσις γίνεται, καὶ πρὸς τούτοις ὁμοίως ἐπὶ πάντων ἀποδοῦναι τῶν διὰ τῆς ἁφῆς καὶ μὴ μόνον τὰ περὶ γεῦσιν. ἀλλὰ καὶ ταῦτα μὲν ἤτοι διαφοράν τινα ἔχει πρὸς τοὺς χυλούς, ἣν ἔδει διελεῖν, ἢ καὶ παρεῖται δυνατὸν ὂν ὁμοίως εἰπεῖν.
(73) τῶν δὲ χρωμάτων ἁπλᾶ μὲν λέγει τέτταρα. λευκὸν μὲν οὖν εἶναι τὸ λεῖον. ὃ γὰρ ἂν μὴ τραχὺ μηδ᾿ ἐπισκιάζον ἦι μηδὲ δυσδίοδον, τὸ τοιοῦτο πᾶν λαμπρὸν εἶναι. δεῖ δὲ καὶ εὐθύτρυπα καὶ διαυγῆ τὰ λαμπρὰ εἶναι. τὰ μὲν οὖν σκληρὰ τῶν λευκῶν ἐκ τοιούτων σχημάτων συγκεῖσθαι οἷον ἡ ἐντὸς πλὰξ τῶν κογχυλίων· οὕτω γὰρ ἂν ἄσκια καὶ εὐαγῆ καὶ εὐθύπορα εἶναι, τὰ [δὲ] ψαθυρὰ καὶ εὔθρυπτα ἐκ περιφερῶν μέν, λοξῶν δὲ τῆι θέσει πρὸς ἄλληλα καὶ κατὰ δύο συζεύξει, τὴν δ᾿ ὅλην τάξιν ἔχειν ὅτι μάλιστα ὁμοίαν. τοιούτων δ᾿ ὄντων ψαθυρὰ μὲν εἶναι, διότι κατὰ μικρὸν ἡ σύναψις· εὔθρυπτα δέ, ὅτι ὁμοίως κεῖνται· ἄσκια δέ, διότι λεῖα καὶ πλατέα· λευκότερα δ᾿ ἀλλήλων τῶι τὰ σχήματα τὰ εἰρημένα καὶ ἀκριβέστερα καὶ ἀμιγέστερα εἶναι καὶ τὴν τάξιν καὶ τὴν θέσιν ἔχειν μᾶλλον τὴν εἰρημένην. τὸ μὲν οὖν λευκὸν ἐκ τοιούτων εἶναι σχημάτων.
(74) τὸ δὲ μέλαν ἐκ τῶν ἐναντίων, ἐκ τραχέων καὶ σκαληνῶν καὶ ἀνομοίων· οὕτω γὰρ ἂν σκιάζειν καὶ οὐκ εὐθεῖς εἶναι τοὺς πόρους οὐδ᾿ εὐδιόδους. ἔτι δὲ τὰς ἀπορροίας νωθεῖς καὶ ταραχώδεις· διαφέρειν γάρ τι καὶ τὴν ἀπορροὴν τῶι ποιὰν εἶναι πρὸς τὴν φαντασίαν, ἣν γίνεσθαι διὰ τὴν ἐναπόληψιν τοῦ ἀέρος ἀλλοίαν.
(75) ἐρυθρὸν δ᾿ ἐξ οἵωνπερ καὶ τὸ θερμόν, πλὴν ἐκ μειζόνων. ἐὰν γὰρ αἱ συγκρίσεις ὦσι μείζους ὁμοίων ὄντων τῶν σχημάτων, μᾶλλον ἐρυθρὸν εἶναι. σημεῖον δ᾿ ὅτι ἐκ τοιούτων τὸ ἐρυθρόν· ἡμᾶς τε γὰρ θερμαινομένους ἐρυθραίνεσθαι καὶ τὰ ἄλλα τὰ πυρούμενα, μέχρις ἂν οὗ ἔχηι τὸ τοῦ πυροειδοῦς. ἐρυθρότερα δὲ τὰ ἐκ μεγάλων ὄντα σχημάτων οἷον τὴν φλόγα καὶ τὸν ἄνθρακα τῶν χλωρῶν ξύλων ἢ τῶν αὔων. καὶ τὸν σίδηρον δὲ καὶ τὰ ἄλλα τὰ πυρούμενα· λαμπρότατα μὲν γὰρ εἶναι τὰ πλεῖστον ἔχοντα καὶ λεπτότατον πῦρ, ἐρυθρότερα δὲ τὰ παχύτερον καὶ ἔλαττον. διὸ καὶ ἧττον εἶναι θερμὰ τὰ ἐρυθρότερα· θερμὸν (μὲν) γὰρ τὸ λεπτόν. τὸ δὲ χλωρὸν ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ συνεστάναι μεικτὸν ἐξ ἀμφοῖν, τῆι θέσει δὲ καὶ τάξει [διαλλάττειν] αὐτῶν τὴν χρόαν.
(76) τὰ μὲν οὖν ἁπλᾶ χρώματα τούτοις κεχρῆσθαι τοῖς σχήμασιν· ἕκαστον δὲ καθαρώτερον, ὅσωι ἂν ἐξ ἀμιγεστέρων ἧι. τὰ δὲ ἄλλα κατὰ τὴν τούτων μίξιν. οἷον τὸ μὲν χρυσοειδὲς καὶ τὸ τοῦ χαλκοῦ καὶ πᾶν τὸ τοιοῦτον ἐκ τοῦ λευκοῦ καὶ τοῦ ἐρυθροῦ· τὸ μὲν γὰρ λαμπρὸν ἔχειν ἐκ τοῦ λευκοῦ, τὸ δὲ ὑπέρυθρον ἀπὸ τοῦ ἐρυθροῦ· πίπτειν γὰρ εἰς τὰ κενὰ τοῦ λευκοῦ τῆι μίξει τὸ ἐρυθρόν. ἐὰν δὲ προστεθῆι τούτοις τὸ χλωρόν, γίνεσθαι τὸ κάλλιστον χρῶμα, δεῖν δὲ μικρὰς τοῦ χλωροῦ τὰς συγκρίσεις εἶναι· μεγάλας γὰρ οὐχ οἷόν τε συγκειμένων οὕτω τοῦ λευκοῦ καὶ τοῦ ἐρυθροῦ. διαφόρους δ᾿ ἔσεσθαι τὰς χρόας τῶι πλέον καὶ ἔλαττον λαμβάνειν. (77) τὸ δὲ πορφυροῦν ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ, πλείστην μὲν μοῖραν ἔχοντος τοῦ ἐρυθροῦ, μικρὰν δὲ τοῦ μέλανος, μέσην δὲ τοῦ λευκοῦ· διὸ καὶ ἡδὺ φαίνεσθαι πρὸς τὴν αἴσθησιν. ὅτι μὲν οὖν τὸ μέλαν καὶ τὸ ἐρυθρὸν ἐνυπάρχει, φανερὸν εἶναι τῆι ὄψει, διότι δὲ τὸ λευκόν, τὸ λαμπρὸν καὶ διαυγὲς σημαίνειν· ταῦτα γὰρ ποιεῖν τὸ λευκόν. τὴν δ᾿ ἴσατιν ἐκ μέλανος σφόδρα καὶ χλωροῦ, πλείονα δὲ μοῖραν ἔχειν τοῦ μέλανος· τὸ δὲ πράσινον ἐκ πορφυροῦ καὶ τῆς ἰσάτιδος, ἢ ἐκ χλωροῦ καὶ πορφυροειδοῦς. τὸ γὰρ θεῖον εἶναι τοιοῦτον καὶ μετέχειν τοῦ λαμπροῦ. τὸ δὲ κυανοῦν ἐξ ἰσάτιδος καὶ πυρώδους, σχημάτων δὲ περιφερῶν καὶ βελονοειδῶν, ὅπως τὸ στίλβον τῶι μέλανι ἐνῆι. (78) τὸ δὲ καρύϊνον ἐκ χλωροῦ καὶ κυανοειδοῦς· ἐὰν δὲ χλωρὸν [καὶ λευκὸν] μειχθῆι, φλογοειδὲς γίνεσθαι· τὸ γὰρ ἄσκιον καὶ μελανόχρων ἐξείργεσθαι. σχεδὸν δὲ καὶ τὸ ἐρυθρὸν τῶι λευκῶι μειχθὲν χλωρὸν ποιεῖν εὐαγὲς καὶ οὐ μέλαν· διὸ καὶ τὰ φυόμενα χλωρὰ τὸ πρῶτον εἶναι πρὸ τοῦ θερμανθῆναι καὶ διαχεῖσθαι. καὶ πλήθει μὲν τοσούτων ἐπιμέμνηται χρωμάτων, ἄπειρα δὲ εἶναι καὶ τὰ χρώματα καὶ τοὺς χυλοὺς κατὰ τὰς μίξεις, ἐάν τις τὰ μὲν ἀφαιρῆι τὰ δὲ προστιθῆι καὶ τῶν μὲν ἔλαττον μίσγηι τῶν δὲ πλέον. οὐθὲν γὰρ ὅμοιον ἔσεσθαι θάτερον θατέρωι.
(79) πρῶτον μὲν οὖν τὸ πλείους ἀποδοῦναι τὰς ἀρχὰς ἔχει τινὰ ἀπορίαν· οἱ γὰρ ἄλλοι τὸ λευκὸν καὶ τὸ μέλαν, ὡς τούτων ἁπλῶν ὄντων μόνων· ἔπειτα τὸ μὴ πᾶσι τοῖς λευκοῖς μίαν ποιῆσαι τὴν μορφήν, ἀλλ᾿ ἑτέραν τοῖς σκληροῖς καὶ τοῖς ψαθυροῖς. οὐ γὰρ εἰκὸς ἄλλη αἰτίαν εἶναι τοῖς διαφόροις κατὰ τὴν ἁφήν, οὐδ᾿ ἂν ἔτι τὸ σχῆμα αἴτιον εἴη τῆς διαφορᾶς, ἀλλὰ μᾶλλον ἡ θέσις. ἐνδέχεται γὰρ καὶ τὰ περιφερῆ καὶ ἁπλῶς πάντα ἐπισκιάζειν ἑαυτοῖς. σημεῖον δέ· καὶ γὰρ αὐτὸς ταύτην φέρει τὴν πίστιν, ὅσα τῶν λείων μέλανα φαίνεται. διὰ γὰρ τὴν σύμφυσιν καὶ τὴν τάξιν ὡς τὴν αὐτὴν ἔχοντα τῶι μέλανι φαίνεσθαι τοιαῦτα. καὶ πάλιν ὅσα λευκὰ τῶν τραχέων. ἐκ μεγάλων γὰρ εἶναι ταῦτα καὶ τὰς συνδέσεις οὐ περιφερεῖς, ἀλλὰ προκρόσσας, καὶ τῶν σχημάτων τὰς μορφὰς μιγνυμένας ὥσπερ ἡ ἀνάβασις καὶ τὰ πρὸ τῶν τειχῶν ἔχει χώματα· τοιοῦτον γὰρ ὂν ἄσκιον εἶναι καὶ οὐ κωλύεσθαι τὸ λαμπρόν. (80) πρὸς δὲ τούτοις πῶς λέγει καὶ ζώιων τὸ λευκὸν ἐνίων γίνεσθαι μέλαν, εἰ τεθείησαν οὕτως, ὥστ᾿ ἐπισκιάζειν; ὅλως δὲ τοῦ διαφανοῦς καὶ τοῦ λαμπροῦ μᾶλλον ἔοικε τὴν φύσιν ἢ τοῦ λευκοῦ λέγειν. τὸ γὰρ εὐδίοπτον εἶναι καὶ μὴ ἐπαλλάττειν τοὺς πόρους τοῦ διαφανοῦς ἐστι, (ἐπὶ) πόσα δὲ λευκὰ τοῦ διαφανοῦς; ἔτι δὲ τὸ μὲν εὐθεῖς εἶναι τῶν λευκῶν τοὺς πόρους, τῶν δὲ μελάνων ἐπαλλάττειν, ὡς εἰσιούσης τῆς φύσεως ὑπολαβεῖν ἔστιν. ὁρᾶν δέ φησι διὰ τὴν ἀπορροὴν καὶ τὴν ἔμφασιν τὴν εἰς τὴν ὄψιν· εἰ δὲ τοῦτ᾿ ἔστι, τί διοίσει τοὺς πόρους κεῖσθαι κατ᾿ ἀλλήλους ἢ ἐπαλλάττειν; οὐδὲ τὴν ἀπορροὴν ἀπὸ τοῦ κενοῦ πως γίνεσθαι ῥάιδιον ὑπολαβεῖν· ὥστε λεκτέον τούτου τὴν αἰτίαν. ἔοικε γὰρ ἀπὸ τοῦ φωτὸς ἢ ἀπὸ ἄλλου τινὸς ποιεῖν τὸ λευκόν· διὸ καὶ τὴν παχύτητα τοῦ ἀέρος αἰτιᾶται πρὸς τὸ φαίνεσθαι μέλαν. (81) ἔτι δὲ πῶς τὸ μέλαν ἀποδίδωσιν, οὐ ῥάιδιον καταμαθεῖν· ἡ σκιὰ γὰρ μέλαν τι καὶ ἐπιπρόσθησίς ἐστι τοῦ λευκοῦ· διὸ πρῶτον τὸ λευκὸν τὴν φύσιν. ἅμα δὲ οὐ μόνον τὸ ἐπισκιάζειν, ἀλλὰ καὶ τὴν παχύτητα τοῦ ἀέρος καὶ τῆς εἰσιούσης ἀπορροῆς αἰτιᾶται καὶ τὴν ταραχὴν τοῦ ὀφθαλμοῦ. πότερον δὲ ταῦτα συμβαίνει διὰ τὸ μὴ εὐδίοπτον ἢ καὶ ἄλλωι γίνοιτ᾿ ἂν καὶ ποίωι (ἢ μέλαν), οὐ διασαφεῖ. (82) ἄτοπον δὲ καὶ τὸ τοῦ χλωροῦ μὴ ἀποδοῦναι μορφήν, ἀλλὰ μόνον ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ ποιεῖν. κοινὰ γὰρ ταῦτά γε πάντων καὶ ἐξ ὁποιωνοῦν ἔσται σχημάτων, χρῆν δ᾿ ὥσπερ κἀν τοῖς ἄλλοις ἴδιόν τι ποιῆσαι. καὶ εἰ μὲν ἐναντίον τῶι ἐρυθρῶι, καθάπερ τὸ μέλαν τῶι λευκῶι, τὴν ἐναντίαν ἔχειν μορφήν· εἰ δὲ μὴ ἐναντίον, αὐτὸ τοῦτ᾿ ἄν τις θαυμάσειεν, ὅτι τὰς ἀρχὰς οὐκ ἐναντίας ποιεῖ· δοκεῖ γὰρ ἅπασιν οὕτως. μάλιστα δὲ χρῆν τοῦτο διακριβοῦν, ποῖα τῶν χρωμάτων ἁπλᾶ καὶ διὰ τί τὰ μὲν σύνθετα τὰ δὲ ἀσύνθετα· πλείστη γὰρ ἀπορία περὶ τῶν ἀρχῶν. ἀλλὰ τοῦτο μὲν ἴσως χαλεπόν. ἐπεὶ καὶ τῶν χυμῶν εἴ τις δύναιτο τοὺς ἁπλοῦς ἀποδοῦναι, μᾶλλον ἂν ὅδε λέγοι. περὶ δὲ ὀσμῆς προσαφορίζειν παρῆκεν πλὴν τοσοῦτον, ὅτι τὸ λεπτὸν ἀπορρέον ἀπὸ τῶν βαρέων ποιεῖ τὴν ὀδμήν· ποῖον δέ τι τὴν φύσιν ὂν ὑπὸ τίνος πάσχει, οὐκέτι προσέθηκεν, ὅπερ ἴσως ἦν κυριώτατον. (83) Δημόκριτος μὲν οὖν οὕτως ἔνια παραλείπει.
(49) Démokritos (...)
(50) Vidění vysvětluje zrcadlením... Obraz nevzniká hned v zornici, nýbrž vzduch mezi okem a viděným předmětem je utvářen podle toho, jak je stlačován viděným předmětem i vidoucím okem, neboť ze všeho stále něco vytéká. Potom vzduch, jsa tuhý a maje jinou barvu [než zornice], se obráží ve vlhkých očích. A tuhá věc onen obraz nepřijímá, zato vlhká jej propouští. Proto jsou vlhké oči způsobilejší k vidění než suché, zvláště je-li vnější obal co nejjemnější a nejhustší, je-li vnitřek co nejměkčí, prostý hustého a silného masa i husté a tučné vlhkosti, a jsou-li žíly v očích přímé a suché, aby se připodobnily obrazům, neboť každá věc poznává nejspíše, co je jí příbuzné. (...)
(55) (...)
Slyšení vysvětluje podobně, jako to činí ostatní. Neboť vzduch vpadaje do prázdna působí pohyb; vstupuje sice stejně do celého těla, zvláště však a nejvíce skrze uši, poněvadž tu prochází největším prázdnem a co nejméně tu mešká. Proto se zvuk v ostatním těle nevnímá, nýbrž jenom zde. A když se dostane vzduch dovnitř, rychle se rozptyluje, neboť zvuk vzniká ze zhuštěného a prudce vnikajícího vzduchu. Tak jako vně vysvětluje tedy Demokritos i uvnitř dojem dotykem. Nejlépe se slyší, je-li vnější obal hustý, jsou-li žilky prázdné, co nejsušší a průchodné jak v ostatním – těle, tak v hlavě i v uších; jsou-li kosti husté, mozek dobře smíšený a jeho okolí co nejsušší. Neboť takto vniká zvuk shluklý, ježto vstupuje velkým suchým a průchodným prázdnem, a rozptyluje se rychle i souměrně po celém těle a nepadá mimo. (...)
(58) O myšlení řekl jen tolik, že vzniká, je-li duše v pravém poměru co do smíšení. Jestliže se však někdo příliš oteplí nebo ochladí, mění se, jak říká, myšlení. (...)
(63) (...) Z ostatních dojmů (mimo tíži a tvrdost) nemá žádný vlastní přirozenost, nýbrž všechny jsou stavy měnícího se vnímání a z toho vzniká představa. Není tedy ani zvláštní přirozenost chladna a tepla, nýbrž měnící se tvar [seskupení atomů] působí též změnu v nás, neboť cokoli je shluknuto, to má všude převahu, a co je daleko rozptýleno, není vnímáno. Důkazem pak toho, že nejsou ony dojmy od přírody, je to, že se nejeví totéž stejně všem živočichům, ale co se nám zdá sladkým, to se zdá jiným kyselým, jiným trpkým, jiným hořkým, jiným stahujícím a podobně ostatním.
(64) Mimo to se lidé mění co do smíšení podle poměru a věku; i tak je zřejmé, že, tělesný stav je příčinou představy. (...) Jako ostatní věci, tak i smyslové dojmy přičítá tvarům [atomům], neudává však podoby všech, nýbrž hlavně chutí a barev. (...)
(65) Nuže trpká chuť má tvar hranatý, mnohokrát zahnutý, malý a jemný, neboť pro svou ostrost rychle a všude proniká a jsouc drsná i hranatá svírá a stahuje. Proto také zahřívá tělo, ježto v něm vytváří dutiny a ježto se nejvíce zahřívá, co obsahuje nejvíce prázdna. Sladká chuť se skládá z okrouhlých, nepříliš malých tvaru; proto se zcela rozlije po těle a prochází vším, bez násilí a pomalu. (...)
(73) Z barev uznává čtyři za jednoduché. Nuže hladké je bílé, neboť co není drsné, co nepůsobí stín a není neprostupné, vše takové je jasné. Dále musí jasné mít přímé průduchy a musí být průhledné. (...)
(74) Černé je z opačných tvarů: drsných, šikmých a nestejných; tak může působit stín a průduchy nejsou přímé a snadno průchodné. (...)
(75) Červené se skládá z takových tvarů jako teplo, avšak z větších. (...) Důkazem pak, že se skládá červené z takových tvarů, je to, že se červenáme, když se zahříváme, a červenají i ostatní rozpalované věci, až dojdou do ohnivého stavu. (...) Zelené se skládá z tuhého i prázdného, jsouc smíšeno z obého. (...) Ostatní barvy vznikají smíšením těchto. (...)
(76) (...)