57 DK A 4
Lykón (zachoval Eusebios ve spisu Praeparatio evangelica, XV, 2, 8)[Přepnout na bilingvní zobrazení]
πάντα δ᾿ ὑπερπαίει μωρίαι τὰ ὑπὸ Λύκωνος εἰρημένα τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν ᾿Αριστοτέλη θυσίαν τετελευτηκυίαι τῆι γυναικὶ τοιαύτην, ὁποίαν ᾿Αθηναῖοι τῆι Δήμητρι, καὶ ἐν ἐλαίωι θερμῶι λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπήιει, τοὺς τελώνας εὑρεῖν ἐν τῶι πλοίωι λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα.