47 DK A 21
Archytás (zachoval Theón ze Smyrny ve spisu De utilitate mathematicae, 22, 5)[Přepnout na bilingvní zobrazení]
᾿Αριστοτέλης δὲ ἐν τῶι Πυθαγορικῶι (fr. 199 R.) τὸ ἕν φησιν ἀμφοτέρων μετέχειν τῆς φύσεως· ἀρτίωι μὲν γὰρ προστεθὲν περιττὸν ποιεῖ, περιττῶι δὲ ἄρτιον, ὃ οὐκ ἂν ἠδύνατο, εἰ μὴ ἀμφοῖν τοῖν φυσέοιν μετεῖχε· διὸ καὶ ἀρτιοπέριττον καλεῖσθαι τὸ ἕν. συμφέρεται δὲ τούτοις καὶ ᾿Αρχύτας.