35 DK A 1
Thrasyalkés (zachoval Strabón ve spisu Geographica, XVII, 5 Meinecke; p. 790)[Přepnout na bilingvní zobrazení]
τὸ δ᾿ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν μήτε τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος εἴρηκε. φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν παρὰ ᾿Αριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος), ἐκεῖνον δὲ παρ᾿ ἄλλου, τὸν δὲ παρ᾿ ῾Ομήρου διιπετέα φάσκοντος τὸν Νεῖλον ᾿ἂψ δ᾿ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο᾿ (δ 581).