1 DK A 9b
Orfika (zachoval Eurípidés ve spisu Hypsipyle, fr. 64; col. 2; p. 70 Hunt = 66 Arnim)[Přepnout na bilingvní zobrazení]
῎ΕΥ(νεως) ᾿Αργώ με καὶ τόνδ᾿ ἤγαγ᾿ εἰς Κόλχων πόλιν
῾ΥΨ(ιπύλη) ἀπομαστίδιόν γ᾿ ἐμῶν στέρνων.
ΕΥ ἐπεὶ δ᾿ ᾿Ιάσων ἔθαν᾿ ἐμός, μῆτερ, πατήρ,
ΥΨ οἴμοι κακὰ λέγεις, δάκρυά τ᾿ ὄμμασιν,
τέκνον, ἐμοῖς δίδως῍
ΕΥ ᾿Ορφεύς με καὶ τόνδ᾿ ἤγαγ᾿ εἰς Θράικης τόπον,
ΥΨ τίνα πατέρι ποτὲ χάριν ἀθλίωι
τιθέμενος; ἔνεπέ μοι, τέκνον.
ΕΥ μοῦσάν με κιθάρας ᾿Ασιάδος διδάσκεται,
τοῦτον δ᾿ ἐς ῎Αρεως ὅπλ᾿ ἐκόσμησεν μάχης.