Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
30 DK A 6 /2
Melissos (zachoval Hippokratés ve spisu In Hippocratis de natura hominis, p. 29 Kühn)

Součástí tohoto zlomku jsou také: 30 DK A 6 /1



[Přepnout na bilingvní zobrazení]


φανερῶς οὖν ἐν τούτωι τῶι λόγωι παντὶ τοῖς ἕν τι μόνον τῶν τεσσάρων στοιχείων ἡγουμένοις εἶναι τὸν ἄνθρωπον ἀντιλέγει καί φησιν αὐτοὺς ἁμαρτάνειν. [οὐχ] ὅτι γὰρ μηδὲν ἀποδεικνύουσιν, [ἀλλ᾿] ἐσχάτως ἀπίθανος ἦν ὁ λόγος αὐτῶν· ἓν μὲν γάρ τι τῶν τεσσάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦσιν ἡγουμένου μὲν ἓν εἶναι καὶ αὐτοῦ τούτου, οὐ μὴν ἐκ τῶν τεσσάρων γ᾿ ἕν τι τούτων, ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρός. ἔοικε δὲ ὁ ἀνὴρ οὗτος ἐννοῆσαι μὲν εἶναί τινα οὐσίαν κοινὴν ὑποβεβλημένην τοῖς τέσσαρσι στοιχείοις, ἀγένητόν τε καὶ ἄφθαρτον, ἣν οἱ μετ᾿ αὐτὸν ὕλην ἐκάλεσαν, οὐ μὴν διηρθρωμένως γε δυνηθῆναι τοῦτο δηλῶσαι. ταύτην δ᾿ οὖν αὐτὴν τὴν οὐσίαν ὀνομάζει τὸ ἓν καὶ τὸ πᾶν.