24 DK A 16
Alkmaión (zachoval Aristotelés ve spisu De generatione animalium, III, 2; 752b22)[Přepnout na bilingvní zobrazení]
τοῖς μὲν γὰρ ζωιοτοκουμένοις ἐν ἄλλωι μορίωι γίνεται ἡ τροφή, τὸ καλούμενον γάλα, ἐν τοῖς μαστοῖς· τοῖς δ᾿ ὄρνισι τοῦτο ποιεῖ ἡ φύσις ἐν τοῖς ὠιοῖς, τοὐναντίον μέντοι ἢ οἵ τε ἄνθρωποι οἴονται καὶ ᾿Αλκμαίων φησὶν ὁ Κροτωνιάτης· οὐ γὰρ τὸ λευκόν ἐστι γάλα, ἀλλὰ τὸ ὠχρόν. τοῦτο γάρ ἐστιν ἡ τροφὴ τοῖς νεοττοῖς· οἱ δ᾿ οἴονται τὸ λευκὸν διὰ τὴν ὁμοιότητα τοῦ χρώματος.